Ancient Greek
Book 14, lines 14.485-14.529
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 14.485-529
Not analysed yet
οἱ δʼ ἄφαρ ἐξεχέοντο· κέλευσε δὲ πάντας ἐρεμνὴν
λαίλαπα συμφορέοντας ἀήμεναι, ὄφρʼ ἀλεγεινὸν
ὀρνυμένης ἁλὸς οἶδμα Καφηρέος ἄκρα καλύψῃ.
οἱ δὲ θοῶς ὤρνυντο πάρος βασιλῆος ἀκοῦσαι
πᾶν ἔπος· ἐσσυμένοισι δʼ ἐπεστενάχιζε θάλασσα
ἄσχετον· ἠλιβάτοισι δʼ ἐοικότα κύματʼ ὄρεσσιν
ἄλλοθεν ἄλλα φέροντο. κατεκλάσθη δʼ ἄρʼ Ἀχαιῶν
θυμὸς ἐνὶ στέρνοισιν, ἐπεὶ νέας ἄλλοτε μέν που
ὑψηλὴν φέρε κῦμα διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε
οἷα κατὰ κρημνοῖο κυλινδομένας φορέεσκε
βυσσόν ἐς ἠερόεντα· βίη δέ τις ἄσχετος αἰεὶ
ψάμμον ἀναβλύζεσκε διοιγομένοιο κλύδωνος.
οἱ δʼ ἄρʼ ἀμηχανίη βεβολημένοι οὔτʼ ἐπʼ ἐρετμῷ
χεῖρα βαλεῖν ἐδύναντο τεθηπότες οὔτʼ ἄρα λαίφη
ἔσθενον ἀμφὶ κέρα λελιημένοι εἰρύσσασθαι
ῥηγνύμενʼ ἐξ ἀνέμων, οὐδʼ ἔμπαλιν ἰθύνασθαι
ἐς πλόον· ἀργαλέαι γὰρ ἐπεκλονέοντο θύελλαι·
οὐδὲ κυβερνήτῃσι πέλεν μένος εἰσέτι νηῶν
χερσὶν ἐπισταμένῃσι θοῶς οἰήϊα νωμᾶν·
πάντα γὰρ ἄλλυδις ἄλλα κακαὶ διέχευον ἄελλαι.
οὐδέ τις ἐλπωρὴ βιότου πέλεν, οὕνεκʼ ἐρεμνὴ
νὺξ ἅμα καὶ μέγα χεῖμα καὶ ἀθανάτων χόλος αἰνὸς
ὦρτο· Ποσειδάων γὰρ ἀνηλέα πόντον ὄρινεν
ἦρα κασιγνήτοιο φέρων ἐρικυδέϊ κούρῃ,
ἥ ῥα καὶ αὐτὴ ὕπερθεν ἀμείλιχα μαιμώωσα
θῦνε μετʼ ἀστεροπῇσιν· ἐπέκτυπε δʼ οὐρανόθεν Ζεὺς
κυδαίνων ἀνὰ θυμὸν ἑὸν τέκος, ἀμφὶ δὲ πᾶσαι
νῆσοί τʼ ἤπειροί τε κατεκλύζοντο θαλάσσῃ
Εὐβοίης οὐ πολλὸν ἀπόπροθεν, ᾗχι μάλιστα
τεῦχεν ἀμειλίκτοισιν ἐπʼ ἄλγεσιν ἄλγεα δαίμων
Ἀργείοις. στοναχὴ δὲ καὶ οἰμωγὴ κατὰ νῆας
ἔπλετʼ ἀπολλυμένων· κανάχιζε δὲ δούρατα νηῶν
ἀγνυμένων· αἱ γάρ ῥα συνωχαδὸν ἀλλήλῃσιν
αἰὲν ἐπερρήγνυντο· πόνος δʼ ἄπρηκτος ὀρώρει·
καί ῥʼ οἱ μὲν κώπῃσιν ἀπωσέμεναι μεμαῶτες
νῆας ἐπεσσυμένας αὐτοῖς ἅμα δούρασι λυγροὶ
κάππεσον ἐς μέγα βένθος, ἀμειλίκτῳ δʼ ὑπὸ πότμῳ
κάτθανον, οὕνεκʼ ἄρα σφιν ἐπέχραον ἄλλοθεν ἄλλα
νηῶν δούρατα μακρά· συνηλοίηντο δὲ πάντων
σώματα λευγαλέως· οἱ δʼ ἐν νήεσσι πεσόντες
κεῖντο καταφθιμένοισιν ἐοικότες· οἱ δʼ ὑπʼ ἀνάγκης
νήχοντʼ ἀμφιπεσόντες ἐϋξέστοισιν ἐρετμοῖς·
ἄλλοι δʼ αὖ σανίδεσσιν ἐπέπλεον· ἔβραχε δʼ ἅλμη
βυσσόθεν, ὥστε θάλασσαν ἰδʼ οὐρανὸν ἠδὲ καὶ αἶαν
φαίνεσθʼ ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα.