Ancient Greek
Book 14, lines 14.530-14.575
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 14.530-575
Not analysed yet
ἡ δʼ ἄρʼ Οὐλύμποιο βαρύκτυπος Ἀτρυτώνη
οὔτι καταισχύνεσκε βίην πατρός· ἀμφὶ δʼ ἄρʼ αἰθὴρ
ἴαχεν. ἡ δʼ Αἴαντι χόλον καὶ πῆμα φέρουσα
ἔμβαλε νηὶ κεραυνόν· ἄφαρ δέ μιν ἄλλυδις ἄλλῃ
ἐσκέδασεν διὰ τυτθά· περίαχε δʼ αἶα καὶ αἰθήρ·
ἐκλύσθη δʼ ἄρα πᾶσα περίδρομος Ἀμφιτρίτη.
οἱ δʼ ἔκτοσθε νεὸς πέσον ἀθρόοι· ἀμφὶ δʼ ἄρʼ αὐτοὺς
κύματα μακρὰ φέροντο· περὶ στεροπῇσι δʼ ἀνάσσης
αἴγλη μαρμαίρεσκε διὰ κνέφας ἀΐσσουσα·
οἱ δʼ ἄποτον λάπτοντες ἁλὸς πολυηχέος ἅλμην
θυμὸν ἀποπνείοντες ὑπὲρ πόντοιο φέροντο.
Ληιάσιν δʼ ἄρα χάρμα καὶ ὀλλυμένῃσι τέτυκτο·
καί ῥʼ αἱ μὲν κατέδυσαν ἔσω ἁλὸς ἀμφιβαλοῦσαι
χεῖρας ἑοῖς τεκέεσσι δυσάμμοροι· αἱ δʼ ἀλεγεινὰ
δυσμενέων περὶ κρᾶτα βάλον χέρας, οἷς ἅμα λυγραὶ
σπεῦδον ἀποφθίσασθαι ἑῆς ἀντάξια λώβης
τινύμεναι Δαναούς· ἡ δʼ ὑψόθεν εἰσορόωσα
τέρπεθʼ ἑὸν κατὰ θυμὸν ἀγαυὴ Τριτογένεια.
Αἴας δʼ ἄλλοτε μὲν περινήχετο δούρατι νηός,
ἄλλοτε δʼ αὖ χείρεσσι διήνυεν ἁλμυρὰ βένθη
ἀκαμάτῳ Τιτῆνι βίην ὑπέροπλον ἐοικώς·
σχίζετο δʼ ἁλμυρὸν οἶδμα περὶ κρατερῇσι χέρεσσιν
ἀνδρὸς ὑπερθύμοιο· θεοὶ δέ μιν εἰσορόωντες
ἠνορέην καὶ κάρτος ἐθάμβεον· ἀμφὶ δὲ κῦμα
ἄλλοτε μὲν φορέεσκε πελώριον ἠΰτʼ ἐπʼ ἄκρην
οὔρεος ὑψηλοῖο διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε
ὑψόθεν οἷα φάραγξιν ἐνέκρυφεν· οὐδʼ ὅ γε χεῖρας
κάμνε πολυτλήτους· πολλοί γε μὲν ἔνθα καὶ ἔνθα
σβεννύμενοι σμαράγιζον ἔσω πόντοιο κεραυνοί·
οὔπω γάρ οἱ θυμὸν ἐμήδετο κηρὶ δαμάσσαι
κούρη ἐριγδούποιο Διὸς μάλα περ κοτέουσα,
πρὶν τλῆναι κακὰ πολλὰ καὶ ἄλγεσι πάγχυ μογῆσαι·
τοὔνεκά μιν κατὰ βένθος ἐδάμνατο δηρὸν ὀϊζὺς
πάντοθε τειρόμενον· περὶ γὰρ κακὰ μυρία Κῆρες
ἀνδρὶ περιστήσαντο· μένος δʼ ἐνέπνευσεν ἀνάγκη·
φῆ δέ, καὶ εἰ μάλα πάντες Ὀλύμπιοι εἰς ἓν ἵκωνται
χωόμενοι καὶ πᾶσαν ἀναστήσωσι θάλασσαν
ἐκφυγέειν· ἀλλʼ οὔτι θεῶν ὑπάλυξεν ὁμοκλήν·
δὴ γάρ οἱ νεμέσησεν ὑπέρβιος Ἐννοσίγαιος,
εὖτέ μιν εἰσενόησεν ἐφαπτόμενον χερὶ πέτρης
Γυραίης, καί οἱ μέγʼ ἐχώσατο· σὺν δʼ ἐτίναξε
πόντον ὁμῶς καὶ γαῖαν ἀπείριτον· ἀμφὶ δὲ πάντῃ
κρημνοὶ ὑπεκλονέοντο Καφηρέος· αἱ δʼ ἀλεγεινὸν
θεινόμεναι ῥηγμῖνες ἐπέβραχον οἴδματι λάβρῳ
χωομένοιο ἄνακτος· ἀπέσχισε δʼ εἰς ἅλα πέτρον
εὐρέα, τοῦ περ ἐκεῖνος ἑῇς ἐπεμαίετο χερσί.