Ancient Greek
Book 14, lines 14.620-14.658
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 14.620-658
Not analysed yet
τοῦ δὲ Ποσειδάων μάλʼ ἐπέκλυεν, ἄγχι δὲ πάντας
ἄμ μέλαν οἶδμα φέρεσκεν· ὁ δʼ οὐρεὺς ὣς χερὶ πεύκην
αἰθομένην ἀνάειρε· δόλῳ δʼ ἐπέλασσεν Ἀχαιοὺς
ἐλπομένους εὔορμον ἕδος λιμένων ἀφικέσθαι·
αἰνῶς γὰρ πέτρῃσι περὶ στυφελῇσι δάμησαν
αὐτῇς σὺν νήεσσι· κακῷ δʼ ἔπι κύντερον ἄλγος
τλῆσαν ἀνιηρῇσι προσαγνύμενοι περὶ πέτρῃς
νυκτὶ θοῇ· παῦροι δὲ φύγον μόρον, οὕς τʼ ἐσάωσεν
ἢ θεὸς ἢ δαίμων τις ἐπίρροθος· αὐτὰρ Ἀθήνη
ἄλλοτε μὲν θυμῷ μέγʼ ἐγήθεεν, ἄλλοτε δʼ αὖτε
ἄχνυτʼ Ὀδυσσῆος πινυτόφρονος, οὕνεκʼ ἔμελλε
πάσχειν ἄλγεα πολλὰ Ποσειδάωνος ὁμοκλῇ,
ὅς ῥα τότʼ ἀκαμάτῃσι περὶ φρεσὶ πάγχυ μεγαίρων
τείχεσι καὶ πύργοισιν ἐϋσθενέων Ἀργείων,
οὓς ἔκαμον Τρώων στυγερῆς ἔμεν ἄλκαρ ἀϋτῆς,
ἐσσυμένως μάλα πᾶσαν ἀνεπλήμμυρε θάλασσαν,
ὅσση ἀπʼ Εὐξείνοιο κατέρχεται Ἑλλήσποντον,
καί μιν ἐπʼ ἠιόνας Τροίης βάλεν· ὗε δʼ ὕπερθε
Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἐννοσιγαίῳ·
οὐ μὴν οὐδʼ Ἑκάεργος ἄτερ καμάτοιο τέτυκτο,
ἀλλʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων μάλα πάντα ῥέεθρα
εἰς ἕνα χῶρον ἄγεσκε, κατέκλυσε δʼ ἔργου Ἀχαιῶν·
ἐκλύσθη δὲ θάλασσα καὶ εἰσέτʼ ἴσαν κελάδοντες
χείμαρροι ἀλεγεινὸν ἀεξόμενοι Διὸς ὄμβρῳ,
τοὺς μέλαν οἶδμʼ ἀνέεργε πολυστόνου Ἀμφιτρίτης
πόντον ἐπελθέμεναι, πρὶν τείχεα πάντʼ ἀμαθῦναι
ἀργαλέως Δαναῶν· αὐτὸς δʼ ἄρα γαῖαν ἔνερθε
ῥῆξε Ποσειδάων, ἀνὰ δʼ ἔβλυσεν ἄσπετον ὕδωρ
ἰλύν τε ψάμαθόν τε· βίῃ δʼ ἐλέλιξε κραταιῇ
Σίγεον· ἠιόνες δὲ μέγʼ ἔβραχον ἠδὲ θέμεθλα
Δαρδανίης, καὶ ἄϊστον ὑποβρύχιόν τʼ ἐκαλύφθη
ἕρκος ἀπειρέσιον, κατεδύσατο δʼ ἔνδοθι γαίης
μακρὰ διισταμένης· ψάμαθος δʼ ἔτι φαίνετο μούνη
χασσαμένου πόντου, καὶ ἀπʼ ἀκτάων ἐριδούπων
νόσφιν ἀπʼ αἰγιαλοῖο κατεκτάθη. ἀλλὰ τὰ μέν που
ἀθανάτων ἐτέλεσσε κακὸς νόος· οἱ δʼ ἐνὶ νηυσὶν
Ἀργεῖοι πλώεσκον, ὅσους διὰ χεῖμα κέδασσεν·
ἄλλῃ δʼ ἄλλος ἵκανεν, ὅπῃ θεὸς ἦγεν ἕκαστον,
ὅσσοι ὑπὲρ πόντοιο λυγρὰς ὑπάλυξαν ἀέλλας.