Ancient Greek
Book 14, lines 14.576-14.619
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 14.576-619
Not analysed yet
καί ῥά οἱ ἀμφὶ πάγοισιν ἑλισσομένου μάλα δηρὸν
χεῖρες ἀπεδρύφθησαν, ὑπέδραμε δʼ αἷμʼ ὀνύχεσσι·
μορμῦρον δέ οἱ αἰὲν ὀρινομένου περὶ κῦμα
ἀφρὸς ἄδην λεύκαινε κάρη λάσιόν τε γένειον·
καὶ νύ κεν ἐξήλυξε κακὸν μόρον, εἰ μὴ ἄρʼ αὐτῷ
ῥήξας γαῖαν ἔνερθεν ἐπιπροέηκε κολώνην·
εὖτε πάρος μεγάλοιο κατʼ Ἐγκελάδοιο δαΐφρων
Παλλὰς ἀειραμένη Σικελὴν ἐπικάββαλε νῆσον,
ἥ ῥʼ ἔτι καίεται αἰὲν ὑπʼ ἀκαμάτοιο Γίγαντος
αἰθαλόεν πνείοντος ἔσω χθονός· ὣς ἄρα Λοκρῶν
ἀμφεκάλυψεν ἄνακτα δυσάμμορον οὔρεος ἄκρη
ὑψόθεν ἐξεριποῦσα, βάρυνε δὲ καρτερὸν ἄνδρα·
ἀμφὶ δέ μιν θανάτοιο μέλας ἐκιχήσατʼ ὄλεθρος
γαίῃ ὁμῶς δμηθέντα καὶ ἀτρυγέτῳ ἐνὶ πόντῳ.
ὣς δὲ καὶ ἄλλοι Ἀχαιοὶ ὑπὲρ μέγα λαῖτμα φέροντο,
οἱ μὲν ἄρʼ ἐν νήεσσι τεθηπότες, οἱ δὲ πεσόντες
ἔκτοσθεν νηῶν· ὀλοὴ δʼ ἔχε πάντας ὀϊζύς·
αἱ μὲν γὰρ φορέοντʼ ἐπικάρσιαι εἰν ἁλὶ νῆες,
ἄλλαι δʼ ἀνστρέψασαι ἄνω τρόπιν· ὧν δέ που ἱστοὶ
ἐκ δοράτων ἐάγησαν ἐπισπέρχοντος ἀήτεω·
τῶν δὲ διὰ ξύλα πάντα θοαὶ σκεδάσαντο θύελλαι·
αἱ δὲ καὶ ἐς μέγα βένθος ὑποβρύχιαι κατέδυσαν
ὄμβρου ἐπιβρίσαντος ἀπείρονος, οὐδʼ ὑπέμειναν
λάβρον ὁμῶς ἀνέμοισι θαλάσσης καὶ Διὸς ὕδωρ
μισγόμενον. ποταμῷ γὰρ ἀλίγκιος ἔρρεεν αἰθὴρ
συνεχές· ἡ δʼ ὑπένερθεν ἐμαίνετο δῖα θάλασσα·
καί τις ἔφη· τάχα τοῖον ἐπέχραεν ἀνδράσι χεῖμα,
ὁππότε Δευκαλίωνος ἀθέσφατος ὑετὸς ἦλθε,
ποντώθη δʼ ἄρα γαῖα, βυθὸς δʼ ἐπεχεύατο πάντῃ.
ὣς ἄρʼ ἔφη Δαναῶν τις ἐνὶ φρεσὶ χεῖμα τεθηπὼς
λευγαλέον· πολλοὶ δὲ κατέφθιθεν· ἀμφὶ δὲ νεκρῶν
πλήθεθʼ ἁλὸς μέγα χεῦμα, περιστείνοντο δὲ πᾶσαι
ἠιόνες· πολέας γὰρ ἀπέπτυσε κῦμʼ ἐπὶ χέρσον·
ἀμφὶ δὲ νήια δοῦρα βαρύβρομον Ἀμφιτρίτην
πᾶσαν ἄδην ἐκάλυψε· μέσον δʼ ἀνεφαίνετο κῦμα.
ἄλλοι δʼ ἄλλην κῆρα κακὴν λάχον· οἱ μὲν ἀνʼ εὐρὺν
πόντον ὀρινομένης ἁλὸς ἄσχετον, οἱ δʼ ἐνὶ πέτρῃς·
ἄξαντες περὶ νῆας ὀϊζυρῶς ἀπόλοντο
Ναυπλίου ἐννεσίῃσιν· ὁ γὰρ κοτέων μάλα παιδὸς
χείματος ὀρνυμένοιο καὶ ὀλλυμένων Ἀργείων
καίπερ ἀκηχέμενος μέγʼ ἐγήθεεν, οὕνεκʼ ἄρʼ αὐτῷ
δῶκε τίσιν θεὸς αἶψα καὶ ἔδρακεν ἐχθρὸν ὅμιλον
τειρόμενον κατὰ βένθος, ἑῷ δʼ ἄρα πολλὰ τοκῆι
εὔχεθʼ ὁμῶς νήεσσιν ὑπόβρυχα πάντας ὀλέσθαι.