Ancient Greek
Book 2, lines 2.251-2.290
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 2.251-290
Not analysed yet
ὣς ὁ θοῶς ἐπόρουσεν, ὁ δʼ εὐρέϊ μιν βάλε πέτρῳ
Ἀντίλοχος· τοῦ δʼ οὔτι λύθη κέαρ, οὕνεκʼ ἄρʼ αὐτοῦ
ἀλγινόεντʼ ἀπάλαλκε φόνον κρατερὴ τρυφάλεια·
σμερδαλέον δέ οἱ ἦτορ ἐνὶ στέρνοισιν ὀρίνθη
βλημένου· ἀμφὶ δέ οἱ κόρυς ἴαχε· καί ῥʼ ἔτι μᾶλλον
μαίνετʼ ἐπʼ Ἀντιλόχῳ. κρατερὴ δέ οἱ ἔζεεν ἀλκή·
τοὔνεκα Νέστορος υἷα καὶ αἰχμητήν περ ἐόντα
τύψεν ὑπὲρ μαζοῖο· διήλασε δʼ ὄβριμον ἔγχος
ἐς κραδίην, θνητοῖσιν ὅπῃ πέλει ὠκὺς ὄλεθρος.
τοῦ δʼ ὑποδῃωθέντος ἄχος Δαναοῖσιν ἐτύχθη
πᾶσι, μάλιστα δὲ πατρὶ περὶ φρένας ἤλυθε πένθος
Νέστορι παιδὸς ἑοῖο παρʼ ὀφθαλμοῖσι δαμέντος·
οὐ γὰρ δὴ μερόπεσσι κακώτερον ἄλγος ἔπεισιν,
ἢ ὅτε παῖδες ὄλωνται ἑοῦ πατρὸς εἰσορόωντος·
τοὔνεκα καὶ στερεῇσιν ἀρηράμενος φρεσὶ θυμὸν
ἄχνυτο παιδὸς ἑοῖο κακῇ περὶ Κηρὶ δαμέντος·
κέκλετο δʼ ἐσσυμένως Θρασυμήδεα νόσφιν ἐόντα·
ὄρσο μοι, ὦ Θρασύμηδες ἀγακλεές, ὄφρα φονῆα
σεῖο κασιγνήτοιο καὶ υἱέος ἡμετέροιο
νεκροῦ ἑκὰς σεύωμεν ἀεικέος, ἠὲ καὶ αὐτοὶ
ἀμφʼ αὐτῷ στονόεσσαν ἀναπλήσωμεν ὀϊζύν.
εἰ δὲ σοὶ ἐν στέρνοισι πέλει δέος, οὐ σύ γʼ ἐμεῖο
υἱὸς ἔφυς οὐδʼ ἐσσὶ Περικλυμένοιο γενέθλης,
ὅς τε καὶ Ἡρακλῆι καταντίον ἐλθέμεν ἔτλη.
ἀλλʼ ἄγε δὴ πονεώμεθʼ, ἐπεὶ μέγα κάρτος ἀνάγκη
πολλάκι μαρναμένοισι καὶ οὐτιδανοῖσιν ὀπάζει.
ὣς φάτο· τοῦ δʼ ἀΐοντος ὑπὸ φρεσὶ σύγχυτο θυμὸς
πένθεσι λευγαλέοισιν· ἄφαρ δέ οἱ ἤλυθεν ἄγχι
Φηρεύς, ὅν ῥα καὶ αὐτὸν ἀποκταμένοιο ἄνακτος
εἷλεν ἄχος· κρατεροῖο δʼ ἐναντία δηριάασθαι
Μέμνονος ὡρμήθησαν ἀνʼ αἱματόεντα κυδοιμόν.
ὠς δʼ ὅταν ἀγρευτῆρε κατὰ πτύχας ὑληέσσας
οὔρεος ἠλιβάτοιο λιλαιόμενοι μέγα θήρης
ἢ συὸς ἢ ἄρκτοιο καταντίον ἀΐσσωσι
κτεινέμεναι μεμαῶτες, ὁ δʼ ἀμφοτέροις ἐπορούσας
θυμῷ μαιμώωντι βίην ἀπαμύνεται ἀνδρῶν·
ὣς τότε καὶ Μέμνων φρόνεεν μέγα· τοὶ δέ οἱ ἄγχι
ἤλυθον· ἀλλά μιν οὔτι κατακτανέειν ἐδύναντο
μακρῇσιν μελίῃσιν· ἀπέπλαγχθεν δέ οἱ αἰχμαὶ
τῆλε χροός· μάλα γάρ που ἀπέτραπεν Ἠριγένεια·