Ancient Greek
Book 2, lines 2.291-2.329
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 2.291-329
Not analysed yet
δούρατα δʼ οὐχ ἁλίως χαμάδις πέσεν· ἀλλʼ ὁ μὲν ὦκα
ἐμμεμαὼς κατέπεφνε Πολύμνιον υἷα Μέγητος
Φηρεὺς ὀβριμόθυμος, ὁ δʼ ἔκτανε Λαομέδοντα
Νέστορος ὄβριμος υἱὸς ἀδελφειοῖο χολωθείς,
ὃν Μέμνων ἐδάϊξε κατὰ μόθον, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
χερσὶν ὑπʼ ἀκαμάτῃσι λύεν παγχάλκεα τεύχη
οὔτε βίην ἀλέγων Θρασυμήδεος οὔτε μὲν ἐσθλοῦ
Φηρέος, οὕνεκα πολλὸν ὑπείροχος. οἱ δʼ ἅτε θῶε
ἀμφʼ ἔλαφον βεβαῶτα μέγαν φοβέοντο λέοντα
οὔτι πρόσω μεμαῶτες ἔτʼ ἐλθέμεν· αἰνὰ δὲ Νέστωρ
ἐγγύθεν εἰσορόων ὀλοφύρετο, κέκλετο δʼ ἄλλους
σφοὺς ἑτάρους δηίοισιν ἐπελθέμεν· ἂν δὲ καὶ αὐτὸς
ὥρμαινεν πονέεσθαι ἀφʼ ἅρματος, οὕνεκʼ ἄρʼ αὐτὸν
παιδὸς ἀποφθιμένοιο ποθὴ ποτὶ μῶλον ἄγεσκε
πὰρ δύναμιν· μέλλεν δὲ φίλῳ περὶ παιδὶ καὶ αὐτὸς
κεῖσθαι ὁμῶς κταμένοις ἐναρίθμιος, εἰ μὴ ἄρʼ αὐτὸν
Μέμνων ὀβριμόθυμος ἐπεσσύμενον προσέειπεν
αἰδεσθεὶς ἀνὰ θυμὸν ὁμήλικα πατρὸς ἑοῖο·
ὧ γέρον, οὔ μοι ἔοικε καταντία σεῖο μάχεσθαι
πρεσβυτέροιο γεγῶτος, ἐπεί γʼ εὖ οἶδα νοῆσαι·
ἦ γὰρ ἔγωγʼ ἐφάμην σε νέον καὶ ἀρήιον ἄνδρα
ἀντιάαν δηίοισι· θρασὺς δέ μοι ἔλπετο θυμὸς
χειρὸς ἐμῆς καὶ δουρὸς ἐπάξιον ἔμμεναι ἔργον.
ἀλλʼ ἀναχάζεο τῆλε μόθου στυγεροῦ τε φόνοιο,
χάζεο, μή σε βάλοιμι καὶ οὐκ ἐθέλων περ ἀνάγκῃ,
μηδὲ τεῷ περὶ παιδὶ πέσῃς μέγʼ ἀμείνονι φωτὶ
μαρνάμενος, μὴ δή σε καὶ ἄφρονα μυθήσωνται
ἀνέρες· οὐ γὰρ ἔοικεν ὑπερτέρῳ ἀντιάασθαι.
ὣς φάτο· τὸν δʼ ἑτέρωθι γέρων ἠμείβετο μύθῳ·
ὦ Μέμνον, τὰ μὲν ἄρ που ἐτώσια πάντʼ ἀγορεύεις·
οὐ μὲν γὰρ δηίοισι πονεύμενον εἵνεκα παιδὸς
ἀφραίνειν ἐρέει τις ἀνηλέα παιδοφονῆα
νεκροῦ ἑκὰς σεύοντα κατὰ μόθον· ὡς ὄφελόν μοι
ἀλκὴ ἔτʼ ἔμπεδος ἦεν, ἵνα γνώῃς ἐμὸν ἔγχος·
νῦν δὲ σὺ μὲν μάλα πάγχυ μέγʼ εὔχεαι, οὕνεκα θυμὸς
θαρσαλέος νέου ἀνδρὸς ἐλαφρότερον δὲ νόημα·
τῷ ῥα καὶ ὑψηλὰ φρονέων ἀποφώλια βάζεις.
εἰ δέ μοι ἡβώωντι καταντίον εἰληλούθεις,
οὐκ ἄν τοι κεχάροντο φίλοι κρατερῷ περ ἐόντι·