Ancient Greek
Book 2, lines 2.330-2.370
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 2.330-370
Not analysed yet
νῦν δʼ ὥς τίς τε λέων ὑπὸ γήραος ἄχθομαι αἰνοῦ,
ὅν τε κύων σταθμοῖο πολυρρήνοιο δίηται
θαρσαλέως, ὁ δʼ ἄρʼ οὔτι λιλαιόμενός περ ἀμύνει
οἷ αὐτῷ, οὐ γάρ οἱ ἔτʼ ἔμπεδοί εἰσιν ὀδόντες
οὐδὲ βίη, κρατερὸν δὲ χρόνῳ ἀμαθύνεται ἦτορ·
ὣς ἐμοὶ οὐκέτι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν,
οἷόν. περ τὸ πάροιθεν· ὅμως δʼ ἔτι φέρτερός εἰμι
πολλῶν ἀνθρώπων, παύροισι δέ γῆρας ὑπείκει
ἡμέτερον, τοῖς κάρτος ὁμῶς πέλει ἠδὲ καὶ ἥβη.
ὣς εἰπὼν ἀπὸ βαιὸν ἐχάσσατο· λεῖπε δʼ ἄρʼ υἷα
κείμενον ἐν κονίῃσιν, ἐπεί νύ οἱ οὐκέτι πάμπαν
γναμπτοῖς ἐν μελέεσσι πέλε σθένος ὡς τὸ πάροιθεν·
γήραϊ γὰρ καθύπερθε πολυτλήτῳ βεβάρητο.
ὣς δʼ αὕτως ἀπόρουσεν ἑϋμμελίης Θρασυμήδης
Φηρεύς τʼ ὀβριμόθυμος ἰδʼ ἄλλοι πάντες ἑταῖροι
δειδιότες· μάλα γάρ σφιν ἐῴχετο λοίγιος ἀνήρ.
Ὡς δʼ ὅτʼ ἀπὸ μεγάλων ὀρέων ποταμὸς βαθυδίνης
καχλάζων φορέηται ἀπειρεσίῳ ὀρυμαγδῷ
ὁππότε συννεφὲς ἦμαρ ἐπʼ ἀνθρώποισι τανύσσῃ
Ζεὺς κλονέων μέγα χεῖμα, περικτυπέουσι δὲ πάντῃ
βρονταὶ ὁμῶς στεροπῇσιν ἄδην νεφέων συνιόντων
θεσπεσίων, κοῖλαι δὲ περικλύζονται ἄρουραι
ὄμβρου ἐπεσσυμένοιο δυσηχέος, ἀμφὶ δὲ μακραὶ
σμερδαλέον βοόωσι κατʼ οὔρεα πάντα χαράδραι·
ὣς Μέμνων σεύεσκεν ἐπʼ ᾐόνας Ἑλλησπόντου
Ἀργείους· μετόπισθε δʼ ἐπισπόμενος κεράϊζε·
πολλοὶ δʼ ἐν κονίῃσι καὶ αἵματι θυμὸν ἔλειπον
Αἰθιόπων ὑπὸ χερσί· λύορῳ δʼ ἐφορύνετο γαῖα
ὀλλυμένων Δαναῶν. μέγα δʼ ἐν φρεσὶ γήθεε Μέμνων
αἰὲν ἐπεσσύμενος δηίων στίχας· ἀμφὶ δὲ νεκρῶν
στείνετο Τρώιον οὖδας· ὁ δʼ οὐκ ἀπέληγε κυδοιμοῦ·
ἔλπετο γὰρ Τρώεσσι φάος, Δαναοῖσι δὲ πῆμα
ἔσσεσθʼ· ἀλλά ἑ Μοῖρα πολύστονος ἠπερόρευεν
ἐγγύθεν ἱσταμένη καὶ ἐπὶ κλόνον ὀτρύνουσα.
ἀμφὶ δὲ οἱ θεράποντες ἐϋσθενέες πονέοντο,
Ἀλκυονεὺς Νύχιός τε καὶ Ἀσιάδης ἐρίθυμος
αἰχμητής τε Μένεκλος Ἀλέξιππός τε Κλύδων τε
ἄλλοι τʼ ἰωχμοῖο μεμαότες, οἵ ῥα καὶ αὐτοὶ
καρτύναντʼ ἀνὰ δῆριν ἑῷ πίσυνοι βασιλῆι.
καὶ τότε δή ῥα Μένεκλον ἐπεσσύμενον Δαναοῖσι
Νηλείδης κατέπεφνεν. ὁ δʼ ἀσχαλόων ἑτάροιο
Μέμνων ὀβριμόθυμος ἐνήρατο πουλὺν ὅμιλον·