Ancient Greek
Book 4, lines 4.293-4.335
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 4.293-335
Not analysed yet
Φοῖνιξ δʼ Ἀργείοισιν ἐϋσθενέεσσι μετηύδα·
νῦν μέν ἄρʼ Ἰδομενῆι θεοὶ δόσαν ἐσθλὸν ἄεθλον
αὕτως, οὔτι καμόντι βίῃ καὶ χερσὶ καὶ ὤμοις,
ἀλλʼ ἄρʼ ἀναιμωτὶ προγενέστερον ἄνδρα τίοντες·
ἀλλʼ ἄλλον, νέοι ἄνδρες, ἐπεντύνεσθαι ἄεθλον
χεῖρας ἐπʼ ἀλλήλοισι δαήμονας ἰθύνοντες
πυγμαχίης, καὶ θυμὸν ἰήνατε Πηλείωνος.
ὣς φάτο· τοὶ δʼ ἀΐοντες ἐπέδρακον ἀλλήλοισιν·
ἦκα δὲ πάντες ἔμιμνον ἀναινόμενοι τὸν ἄεθλον,
εἰ μή σφεας ἐνένιπεν ἀγαυοῦ Νηλέος υἱός·
ὦ φίλοι, οὔτι ἔοικε δαήμονος ἄνδρας ἀϋτῆς
πυγμαχίην ἀλέασθαι ἐπήρατον, ἥ τε νέοισι
τερπωλὴ πέλεται, καμάτῳ δʼ ἐπὶ κῦδος ἀγινεῖ.
ὣς εἴθʼ ἐν γυίοισιν ἐμοῖς ἔτι κάρτος ἔκειτο,
οἶον ὅτʼ ἀντίθεον Πελίην κατεθάπτομεν ἡμεῖς,
αὐτὸς ἐγὼ καὶ Ἄκαστος, ἀνεψιοὶ εἰς ἕν ἰόντες,
ὁππότʼ ἄρʼ ἀμφήριστος ἐγώ Πολυδεύκεϊ δίῳ
πυγμαχίῃ γενόμην, ἔλαβον δέ οἱ ἶσον ἄεθλον·
ἐν δὲ παλαισμοσύνῃ με καὶ ὁ κρατερώτατος ἄλλων
Ἀγκαῖος θάμβησε καὶ ἔτρεσεν, οὐδέ μοι ἔτλη
ἀντίον ἐλθέμεναι νίκης ὕπερ, οὕνεκʼ ἄρʼ αὐτὸν
ἤδη που τὸ πάροιθε παρʼ ἀγχεμάχοισιν Ἐπειοῖς
νίκησʼ ἠῢν ἐόντα, πεσὼν δʼ ἐκονίσατο νῶτα
σῆμα πάρα φθιμένου Ἀμαρυγκέος, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
πολλοὶ θηήσαντο βίην καὶ κάρτος ἐμεῖο·
τῷ νύ μοι οὐκέτι κεῖνος ἐναντίου ἤρατο χεῖρας
καὶ κρατερός περ ἐών, ἔλαβον δʼ ἀκόνιτος ἄεθλον·
νῦν δέ με γῆρας ἔπεισι καὶ ἄλγεα· τοὔνεκʼ ἄνωγα
ὑμέας, οἶσιν ἔοικεν, ἀέθλια χερσὶν ἀρέσθαι·
κῦδος γὰρ νέῳ ἀνδρὶ φέρειν ἀπʼ ἀγῶνος ἄεθλον.
ὣς φαμένοιο γέροντος ἀνίστατο θαρσαλέος φώς,
υἱὸς ὑπερθύμοιο καὶ ἀντιθέου Πανοπῆος,
ὅς τε καὶ ἵππον ἔτευξε κακὸν Πριάμοιο πόληι
ὕστερον· ἀλλʼ οὔ οἵ τις ἐτόλμα ἐγγὺς ἱκέσθαι
εἵνεκα πυγμαχίης· πολέμου δʼ οὐ πάγχυ δαήμων
ἔπλετο λευγαλέου, ὁπότʼ Ἄρεος ἔσσυτο δῆρις.
καί κεν ἀνιδρωτὶ περικαλλέα δῖος Ἐπειὸς
ἤμελλεν τότʼ ἄεθλα φέρειν ποτὶ νῆας Ἀχαιῶν,
εἰ μή οἱ σχεδὸν ἦλθεν ἀγαυοῦ Θησέος υἱὸς
αἰχμητὴς Ἀκάμας μέγʼ ἐνὶ φρεσὶ κάρτος ἀέξων,
ἀζαλέους ἱμάντας ἔχων περὶ χερσὶ θοῇσι,
τούς οἱ ἐπισταμένως Εὐηνορίδης Ἀγέλαος
ἀμφέβαλεν παλάμῃσιν ἐποτρύνων βασιλῆα.