Ancient Greek
Book 4, lines 4.336-4.377
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 4.336-377
Not analysed yet
ὡς δʼ αὕτως ἕταροι Πανοπηιάδαο ἄνακτος
θαρσύνεσκον Ἐπειόν· ὁ δʼ ἐν μέσσοισι λέων ὣς
εἱστήκει περὶ χερσὶν ἔχων βοὸς ἶφι δαμέντος
ῥινοὺς ἀζαλέας. μέγα δʼ ἴαχον ἔνθα καὶ ἔνθα
λαοὶ ἐποτρύνοντες ἐϋσθενέων μένος ἀνδρῶν
μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας· οἱ δὲ καὶ αὐτοὶ
ἔσταν μαιμώωντες ἐνὶ ξυνοχῇσιν ἀγῶνος,
ἄμφω χεῖρας ἑὰς πειρώμενοι, εἴπερ ἔασιν
ὡς πρὶν ἐϋτρόχαλοι, μηδʼ ἐκ πολέμου βαρύθοιεν.
αἶψα δʼ ἄρʼ ἀλλήλοισι καταντία χεῖρας ἄειραν
ταρφέα παπταίνοντες, ἐπʼ ἀκροτάτοις δὲ πόδεσσι
βαίνοντες κατὰ βοιὸν ἀεὶ γόνυ γουνὸς ἄμειβον
ἀλλήλων ἐπὶ δηρὸν ἀλευόμενοι μέγα κάρτος.
σὺν δʼ ἔβαλον νεφέλῃσιν ἐοικότες αἰψηρῇσιν,
αἳ τʼ ἀνέμων ῥιπῇσιν ἐπʼ ἀλλήλῃσι θοροῦσαι
ἀστεροπὴν προϊᾶσι, μέγας δʼ ὀροθύνεται αἰθὴρ
θηγομένων νεφέων, βαρὺ δὲ κτυπέουσιν ἄελλαι·
ὣς τῶν ἀζαλέῃσι περικτυπέοντο γένεια
ῥινοῖς· αἷμα δὲ πουλὺ κατέρρεεν, ἐκ δὲ μετώπων
ἱδρὼς αἱματόεις θαλερὰς ἐρύθαινε παρειάς.
οἱ δʼ ἄμοτον πονέοντο μεμαότες· οὐδʼ ἄρʼ Ἐπειὸς
λῆγεν, ἐπέσσυτο δʼ αἰὲν ἑῷ μέγα κάρτεϊ θύων.
τὸν δʼ ἄρα Θησέος υἱὸς ἐϋφρονέων ἐν ἀέθλῳ
πολλάκις ἐς κενεὸν κρατερὰς χέρας ἰθύνεσθαι
θῆκε, καὶ ἰδρείῃσι διατμήξας ἑκάτερθε
χεῖρας ἐς ὀφρύα τύψεν ἐπάλμενος, ἄχρις ἱκέσθαι
ὀστέον· ἐκ δέ οἱ αἷμα κατέρρεεν ὀφθαλμοῖο.
ἀλλὰ καὶ ὣς Ἀκάμαντα βαρείῃ χειρὶ τυχήσας
τύψε κατὰ κροτάφοιο, χαμαὶ δέ οἱ ἤλασε γυῖα·
αὐτὰρ ὅ γʼ αἶψʼ ἀνόρουσε καὶ ἔνθορε φωτὶ κραταιῷ,
πλῆξε δέ οἱ κεφαλήν· ὁ δʼ ἄρʼ ἔμπαλιν ἀΐσσοντος
βαιὸν ὑποκλίνας σκαιῇ χερὶ τύψε μέτωπον,
ἄλλῃ δʼ ἤλασε ῥῖνας ἐπάλμενος· ὃς δὲ καὶ αὐτὸς
μήτι παντοίῃ χέρας ὤρεγε· τοὺς δʼ ἄρʼ Ἀχαιοὶ
ἀλλήλων ἀπέρυξαν ἐελδομένους πονέεσθαι
νίκης ἀμφʼ ἐρατῆς. τῶν δʼ ἐσσυμένως θεράποντες
ῥινοὺς αἱματόεντας ἄφαρ σθεναρῶν ἀπὸ χειρῶν
λῦσαν· τοὶ δʼ ἄρα τυτθὸν ἀπέπνευσαν καμάτοιο
μορξάμενοι σπόγγοισι πολυτρήτοισι μέτωπα.
τοὺς δʼ ἕταροί τε φίλοι τε παρηγορέοντες ἄγεσκον
ἄντικρυς ἀλλήλων, ὥς κεν χόλου ἀλγινόεντος
ἐσσυμένως λελάθωνται ἀρεσσάμενοι φιλότητι.