Ancient Greek
Book 4, lines 4.466-4.507
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 4.466-507
Not analysed yet
τῶν δʼ ἄρʼ ὑπέρθορε πολλὸν ἐϋμμελίης Ἀγαπήνωρ
σήματα· τοὶ δʼ ὁμάδησαν ἑπʼ ἀνέρι μακρὰ θορόντι·
καί οἱ τεύχεα καλὰ πόρεν μεγάλοιο Κύκνοιο
δῖα Θέτις· τὸν γάρ ῥα φόνῳ ἔπι Πρωτεσιλάου
πολλῶν θυμὸν ἑλόντα κατέκτανε Πηλέος υἱὸς
πρῶτον ἀριστήων· Τρῶας δʼ ἄχος ἀμφεκάλυψεν.
αἰγανέῃ δʼ ἄρα πολλὸν ὑπέρβαλε δῃριόωντας
Εὐρύαλος· λαοὶ δὲ μέγʼ ἴαχον· οὐ γὰρ ἔφαντο
κεῖνον ὑπερβαλέειν οὐδὲ πτερόεντι βελέμνῳ.
τοὔνεκά οἱ φιάλην πολυχανδέα δῶκε φέρεσθαι
μήτηρ Αἰακίδαο δαΐφρονος, ἥν ποτʼ Ἀχιλλεὺς
ἀργυρέην κτεάτισσε βαλὼν ὑπὸ δουρὶ Μύνητα,
ὁππότε Λυρνησσοῖο διέπραθεν ὄλβιον ἄστυ.
Αἴας δʼ ὀβριμόθυμος ἐελδόμενος πονέεσθαι
χερσὶν ὁμῶς καὶ ποσσὶν ἀνιστάμενος καλέεσκεν
ἐς μέσον ἡρώων τὸν ὑπέρτατον. οἱ δʼ ὁρόωντες
θάμβεον ὄβριμον ἄνδρα καὶ ἄλκιμον· οὐδέ τις ἔτλη
ἄντα μολεῖν· πάντων γὰρ ὑπέκλασε δεῖμʼ ἀλεγεινὸν
ἠνορέην, φοβέοντο δʼ ἀνὰ φρένα, μή τινα χερσὶ
τύψας ἀκαμάτῃσιν ὑπὸ πληγῇσι πρόσωπον
συγχέῃ ἐσσυμένως, μέγα δʼ ἀνέρι πῆμα γένηται.
ὀψὲ δὲ πάντες ἔνευσαν ἐπʼ Εὐρυάλῳ μενεχάρμῃ
ἴδμονα πυγμαχίης εὖ εἰδότες· ὃς δʼ ἐνὶ μέσσοις
τοῖον ἔπος προέηκεν ὑποτρομέων θρασὺν ἄνδρα·
ὦ φίλοι, ἄλλον μέν τινʼ Ἀχαιῶν, ὅν κʼ ἐθέλητε,
τλήσομαι ἀντιόωντα, μέγαν δʼ Αἴαντα τέθηπα·
πολλὸν γὰρ προβέβηκε· διαρραίσει δέ μοι ἦτορ,
ἤν μιν ἐπιβρίσαντα λάβῃ χόλος· οὐ γὰρ ὀΐω
ἀνδρὸς ἀπʼ ἀκαμάτοιο σόος ποτὶ νῆας ἱκέσθαι.
ὣς φαμένοιο γέλασσαν· ὁ δʼ ἐν φρεσὶ πάμπαν ἰάνθη
Αἴας ὀβριμόθυμος· ἄειρε δὲ δοιὰ τάλαντα
ἀργύρου αἰγλήεντος, ἅ οἱ Θέτις εἵνεκʼ ἀέθλου
δῶκεν ἄτερ καμάτοιο· φίλου δʼ ἐμνήσατο παιδὸς
Αἴαντʼ εἰσορόωσα· γόος δέ οἱ ἔμπεσε θυμῷ.
οἱ δʼ αὖθʼ ἱππασίῃ μεμελημένον ἦτορ ἔχοντες
ἐσσυμένως ἀνόρουσαν ἐποτρύνοντος ἀέθλου·
πρῶτος μὲν Μενέλαος ἰδʼ Εὐρύπυλος θρασυχάρμης
Εὔμηλος δὲ Θόας τε καὶ ἰσόθεος Πολυποίτης.
ἵπποις δʼ ἀμφὶ λέπαδνα βάλον καὶ ὑφʼ ἅρματʼ ἔρυσσαν
πάντες ἐπειγόμενοι πολυγηθέος εἵνεκα νίκης·
αἶψα δʼ ἄρʼ εἰς ἓν ἅμα ξύνισαν δίφροις βεβαῶτες
χῶρον ἀνʼ ἠμαθόεντʼ· ἐπὶ νύσσης δʼ ἔσταν ἕκαστοι·