Ancient Greek
Book 4, lines 4.508-4.555
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 4.508-555
Not analysed yet
καρπαλίμως δʼ εὔληρα λάβον κρατερῇς παλάμῃσιν.
ἵπποι δʼ ἐγχριμφθέντες ἐν ἅρμασι ποιπνύεσκον
ὅππως τις προάλοιτο, πόδας δʼ ὑπεκίνυον αὕτως,
οὔατα δʼ ὠρθώσαντο καὶ ἄμπυκας ἀφρῷ ἔδευσαν.
οἱ δʼ ἄφαρ ἐγκονέοντες ἐλαφροπόδων μένος ἵππων
μάστιον· οἱ δὲ θοῇσιν ἐοικότες Ἁρπυίῃσι
καρπαλίμως ζεύγλῃσι μέγʼ ἔκθορον ἀσχαλόωντες,
ἅρματα δʼ ὦκα φέρεσκον ἀπὸ χθονὸς ἀΐσσοντα·
οὐδʼ ἁρματροχιὰς ἰδέειν ἦν οὐδὲ ποδοῖιν
ἐν χθονὶ σήματα, τόσσον ὑπεξέφερον δρόμον ἵπποι.
πουλὺς δʼ αἰθέρʼ ἵκανε κονίσαλος ἐκ πεδίοιο,
καπνῷ ἢ ὀμίχλῃ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσιν
ἀμφιχέῃ πρώνεσσι Νότου μένος ἤ Ζεφύροιο
χείματος ἐγρομένου, ὁπότʼ οὔρεα δεύεται ὄμβρῳ.
ἵπποι δʼ Εὐμήλοιο μέγʼ ἔκθορον, οἱ δʼ ἐφέποντο
ἀντιθέοιο Θόαντος· ἐπʼ ἄλλῳ δʼ ἄλλος ἀΰτει
ἅρματι· τοὶ δʼ ἐφέροντο διʼ εὐρυχόρου πεδίοιο
Ἤλιδος ἐκ δίης, ἐπεὶ ἦ μέγα ἔργον ἔρεξε
παρφθάμενος θοὸν ἅρμα κακόφρονος Οἰνομάοιο,
ὅς ῥα τότʼ ἠιθέοισιν ἀνηλέα τεῦχεν ὄλεθρον
κούρης ἀμφὶ γάμοιο περίφρονος Ἱπποδαμείης·
ἀλλʼ οὐ μὰν κεῖνός γε καὶ ἱππασίῃσι μεμηλὼς
ἵππους ὠκύποδας τοίους ἔχεν, ἀλλʼ ἄρα πολλὸν
ποσσὶν ἀφαυροτέρους· οἱ γάρ ῥʼ εἴδοντʼ ἀνέμοισιν.
ἦ μέγα κυδαίνων ἵππων μένος ἠδὲ καὶ αὐτὸν
Ἀτρείδην· ὁ γὰρ ἧσι περὶ φρεσὶ γήθεε θυμῷ.
τοὺς δὲ μέγʼ ἀσθμαίνοντας ἄφαρ θεράποντες ἔλυσαν
ζεύγλης· οἱ δὲ καὶ αὐτοὶ ἀελλόποδας λύον ἵππους
πάντες, ὅσοις ἐν ἀγῶνι δρόμου πέρι δῆρις ἐτύχθη.
ἀντίθεον δὲ Θόαντα καὶ Εὐρύπυλον μενεχάρμην
ἠκέσατʼ ἐσσυμένως Ποδαλείριος ἕλκεα πάντα,
ὅσσα περιδρύφθησαν ἀπὲκ δίφροιο πεσόντες.
Ἀτρείδης δʼ ἀλίαστον ἐγήθεεν εἵνεκα νίκης·
καί οἱ ἐϋπλόκαμος Θέτις ὤπασε καλὸν ἄλεισον
χρύσεον, ἀντιθέοιο μέγα κτέαρ Ἠετίωνος,
πρὶν Θήβης κλυτὸν ἄστυ διαπραθέειν Ἀχιλῆα.
ἄλλοι δʼ αὖθʼ ἑτέρωθι μονάμπυκας ἔντυον ἵππους
ἐς δρόμον ἰθύνοντες, ἕλοντο δὲ χερσὶ βοείας
μάστιγας, καὶ πάντες ἀναΐξαντες ἐφʼ ἵππων
ἕζονθʼ· οἱ δὲ χαλινὰ γενειάσιν ἀφρίζοντες
δάπτον, καὶ ποσὶ γαῖαν ἐπέκτυπον ἐγκονέοντες
ἐκθορέειν. τοῖς δʼ αἶψα τάθη δρόμος· οἱ δʼ ἀπὸ νύσσης
καρπαλίμως οἴμησαν ἐριδμαίνειν μεμαῶτες,
εἴκελοι ἢ Βορέαο μέγα πνείοντος ἀέλλαις
ἠὲ Νότου κελάδοντος, ὅτʼ εὐρέα πόντον ὀρίνει
λαίλαπι καὶ ῥιπῇσι, Θυτήριον εὖτʼ ἀλεγεινὸν
ἀντέλλῃ ναύτῃσι φέρον πολύδακρυν ὀϊζύν·