Ancient Greek
Book 5, lines 5.218-5.265
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 5.218-265
Not analysed yet
ὡς ὄφελον τόδε νῶιν ἐνὶ πτολέμῳ τις ἄεθλον
θῆκεν, ὅτʼ ἀμφʼ Ἀχιλῆι δεδουπότι δῆρις ὀρώρει,
ὄφρʼ ἐκ δυσμενέων με καὶ ἀργαλέοιο κυδοιμοῦ
ἔδρακες ἔντεα καλὰ ποτὶ κλισίας φορέοντα
αὐτῷ ὁμῶς Ἀχιλῆι δαΐφρονι· νῦν δʼ ἄρα μύθων
ἰδρείῃ πίσυνος μεγάλων ἐπιμαίεαι ἔργων·
οὐ γάρ τοι σθένος ἐστὶν ἐν ἔντεσιν ἀκαμάτοισι
δύμεναι Αἰακίδαο δαΐφρονος, οὐδὲ μέγʼ ἔγχος
νωμῆσαι παλάμῃσιν· ἐμοὶ δʼ ἄρα πάντα τέτυκται
ἄρμενα, καί μοι ἔοικε φορήμεναι ἀγλαὰ τεύχη
οὔτι καταισχύνοντι θεοῦ περικαλλέα δῶρα.
ἀλλὰ τί ἢ μύθοισιν ἐριδμαίνοντε κακοῖσιν
ἕσταμεν ἀμφʼ Ἀχιλῆος ἀμύμονος ἀγλαὰ τεύχη;
ἀλλʼ ἄγε χαλκείῃς πειρήσομεν ἐγχείῃσιν
ὅστις φέρτερός ἐστιν ἐνὶ φθισήνορι χάρμῃ
ἀλκῆς γὰρ τόδʼ ἄεθλον ἀρήιον, οὐκ ἀλεγεινῶν
θῆκεν ἐνὶ μέσσοισιν ἐπέων Θέτις ἀργυρόπεζα·
μύθων δʼ εἰν ἀγορῇ χρειὼ πέλει ἀνθρώποισιν·
οἶδα γὰρ ὡς σέο πολλὸν ἀγαυότερος καὶ ἀρείων
εἰμί· γένος δέ μοί ἐστιν, ὅθεν μεγάλῳ Ἀχιλῆι.
ὣς φάτο· τὸν δʼ ἀλεγεινὰ παραβλήδην ἐνένιπεν
υἱὸς Λαέρταο πολύτροπα μήδεα νωμῶν·
Αἶαν ἀμετροεπές, τί νύ μοι τόσα μὰψ ἀγορεύεις;
οὐτιδανόν τέ μʼ ἔφησθα καὶ ἀργαλέον καὶ ἄναλκιν
ἔμμεναι, ὃς σέο πολλὸν ὑπέρτερος εὔχομαι εἶναι
μήδεσι καὶ μύθοισι, τά τʼ ἀνδράσι κάρτος ἀέξει·
καὶ γάρ τʼ ἠλίβατον πέτρην ἄρρηκτον ἐοῦσαν
μήτι ὑποτμήγουσιν ἐν οὔρεσι λατόμοι ἄνδρες
ῥηιδίως, μήτι δὲ μέγαν βαρυηχέα πόντον
ναῦται ὑπεκπερόωσιν, ὅτʼ ἄσπετα κυμαίνηται·
τέχνῃσιν δʼ ἀγρόται κρατεροὺς δαμόωσι λέοντας
πορδάλιάς τε σύας τε καὶ ἄλλων ἔθνεα θηρῶν·
ταῦροι δʼ ὀβριμόθυμοι ὑπὸ ζεύγλαις δαμόωνται
ἀνθρώπων ἰότητι· νόῳ δέ τε πάντα τελεῖται.
αἰεὶ δʼ ἀφραδέος πέλει ἀνέρος ἀμφὶ πόνοισι
πᾶσι καὶ ἐν βουλῇσιν ἀνὴρ πολύϊδρις ἀμείνων·
τοὔνεκʼ ἐϋφρονέοντα θρασὺς πάϊς Οἰνείδαο
λέξατό μʼ ἐκ πάντων ἐπιτάρροθον, ὄφρʼ ἀφίκωμαι
ἐς φύλακας· μέγα δʼ ἔργον ὁμῶς ἐτελέσσαμεν ἄμφω·
καὶ δʼ αὐτὸν Πηλῆος ἐϋσθενέος κλυτὸν υἷα
ἤγαγον Ἀτρείδῃσιν ἐπίρροθον· ἢν δὲ καὶ ἄλλου
ἥρωος χρειώ τις ἐν Ἀργείοισι πέληται,
οὐδʼ ὅγε χερσὶ τεῇσιν ἐλεύσεται, οὐδὲ μὲν ἄλλων
Ἀργείων βουλῇσιν, ἐγὼ δέ ἑ μοῦνος Ἀχαιῶν
ἄξω μειλιχίοισι παραυδήσας ἐπέεσσι
δῆριν ἐς αἰζηῶν· μέγα γὰρ κράτος ἀνδράσι μῦθος
γίνετʼ ἐϋφροσύνῃ μεμελημένος· ἠνορέη δὲ
ἄπρηκτος τελέθει μέγεθός τʼ εἰς οὐδὲν ἀέξει
ἀνέρος, εἰ μή οἱ πινυτὴ ἐπὶ μῆτις ἕπηται.