Ancient Greek
Book 5, lines 5.266-5.305
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 5.266-305
Not analysed yet
αὐτὰρ ἐμοὶ καὶ κάρτος ὁμῶς καὶ μῆτιν ὄπασσαν
ἀθάνατοι· τεῦξαν δὲ μέγʼ Ἀργείοισιν ὄνειαρ.
οὐδὲ μὲν ὡς σύ μʼ ἔφησθα πάρος φεύγοντα σάωσας
δηίου ἐξ ἐνοπῆς· οὐ γὰρ φύγον, ἀλλʼ ἅμα πάντας
Τρῶας ἐπεσσυμένους μένον ἔμπεδον· οἱ δʼ ἐπέχυντο
ἀλκῇ μαιμώωντες· ἐγὼ δʼ ὑπὸ κάρτεϊ χειρῶν
πολλῶν θυμὸν ἔλυσα· σὺ δʼ οὐκ ἄρʼ ἐτήτυμα βάζεις·
οὐ γὰρ ἔμοιγʼ ἐπάμυνας ἀνὰ μόθον ἀλλὰ σοὶ αὐτῷ
ἔστης ἦρα φέρων, μή τίς νύ σε δουρὶ δαμάσσῃ
φεύγοντʼ ἐκ πολέμοιο. νέας δʼ ἐς μέσσον ἔρυσσα
οὔτι περιτρομέων δηίων μένος, ἀλλʼ ἵνα μῆχος
αἰὲν ἅμʼ Ἀτρείδῃσιν ὑπὲρ πολέμοιο φέρωμαι·
καὶ σὺ μὲν ἔκτοσθε στήσας νέας· αὐτὰρ ἔγωγε
αὐτὸν ἀεικίσσας πληγῇς ὑπὸ λευγαλέῃσιν
ἐς Τρώων πτολίεθρον ἐσήλυθον, ὄφρα πύθωμαι,
ὁππόσα μητιόωνται ὑπὲρ πολέμου ἀλεγεινοῦ.
οὐδὲ μὲν Ἕκτορος ἔγχος ἐδείδιον, ἀλλὰ καὶ αὐτὸς
ἐν πρώτοις ἀνόρουσα μαχέσσασθαι μενεαίνων
κείνῳ, ὅτʼ ἠνορέῃ πίσυνος προκαλέσσατο πάντας.
νῦν δέ σευ ἀμφʼ Ἀχιλῆι πολὺ πλέονας κτάνον ἄνδρας
δυσμενέων, ἐσάωσα δʼ ὁμῶς τεύχεσσι θανόντα.
οὐδέ μὲν ἐγχείην τρομέω σέθεν, ἀλλά με λυγρὸν
ἕλκος ἔτʼ ἀμφʼ ὀδύνῃς περινίσσεται εἵνεκα τευχέων
τῶνδʼ ὑπερουτηθέντα δαϊκταμένου τʼ Ἀχιλῆος·
καὶ δʼ ἐμοὶ ὡς Ἀχιλῆι πέλει Διὸς ἔξοχον αἷμα.
ὣς ἄρʼ ἔφη· τὸν δʼ αὖθις ἀμείβετο καρτερὸς Αἴας·
ὦ Ὀδυσεῦ δολομῆτα καὶ ἀργαλεώτατε πάντων,
οὔ νύ σʼ ἐκεῖσʼ ἐνόησα πονεύμενον, οὐδέ τις ἄλλος
Ἀργείων, ὅτε Τρῶες Ἀχιλλέα δῃωθέντα
ἑλκέμεναι μενέαινον· ἐγὼ δ ὑπὸ δουρὶ καὶ ἀλκῇ
τῶν μὲν γούνατʼ ἔλυσα κατὰ μόθον, οὓς δʼ ἐφόβησα
αἰὲν ἐπεσσύμενος· τοὶ δʼ ἀργαλέως φοβέοντο
χήνεσιν ἢ γεράνοισιν ἐοικότες, οἷς ἐπορούσῃ
αἰετὸς ἠιόεν πεδίον κάτα βοσκομένοισιν·
ὣς Τρῶες πτώσσοντες ἐμὸν δόρυ καὶ θοὸν ἆορ
Ἴλιον ἐς κατέδυσαν ἀλευάμενοι μέγα πῆμα.
σοὶ δὲ καὶ εἰ τότε κάρτος ἐπήλυθεν, οὔτι μευ ἄγχι
μάρναο δυσμενέεσσιν, ἑκὰς δέ που ἦσθα καὶ αὐτὸς
ἀμφʼ ἄλλῃσι φάλαγξι πονεύμενος, οὐ περὶ νεκρῷ
ἀντιθέου Ἀχιλῆος, ὅπου μάλα δῆρις ὀρώρει.