Ancient Greek
Book 6, lines 6.498-6.536
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 6.498-536
Not analysed yet
ἀλλʼ ὅτε δὴ μάλα πολλοὶ ἐνεπλήσαντο κελαινὰς
κῆρας ἀνʼ αἱματόεντα καὶ ἀλγινόεντα κυδοιμόν,
δὴ τότʼ ἄρʼ Ἀργείων πολέες φύγον ἔνδοθι νηῶν,
ὅσσους Εὐρύπυλος μέγʼ ἐπῴχετο πῆμα κυλίνδων.
παῦροι δʼ ἀμφʼ Αἴαντα καὶ Ἀτρέος υἷε κραταιὼ
μίμνον ἐν ὑσμίνῃ· καὶ τάχα πάντες ὄλοντο
δυσμενέων παλάμῃσι περιστρωφῶντες ὁμίλῳ,
εἰ μὴ Ὀϊλέος υἱὸς εΰφρονα Πουλυδάμαντα
ἔγχεϊ τύψε παρʼ ὦμον ἀριστερὸν ἀγχόθι μαζοῦ·
ἐκ δέ οἱ αἷμʼ ἐχύθη· ὁ δʼ ἐχάσσατο τυτθὸν ὁπίσσω.
Δηίφοβον δʼ οὔτησε περικλειτὸς Μενέλαος
δεξιτερὸν παρὰ μαζόν· ὁ δ̓ἔκφυγε ποσσὶ θοοῖσιν.
ἔνθʼ Ἁγαμέμνων δῖος ἐνήρατο πουλὺν ὅμιλον
πληθύος ἐξ ὀλοῆς· μετὰ δʼ Αἴθικον ᾤχετο δῖον
θύων ἐγχείῃσιν· ὁ δʼ εἰς ἑτάρους ἀλέεινε.
τοὺς δʼ ὁπότʼ Εὐρύπυλος λαοσσόος εἰσενόησε
χαζομένους ἅμα πάντας ἀπὸ στυγεροῖο κυδοιμοῦ,
αὐτίκα κάλλιπε λαόν, ὅσον κατὰ νῆας ἔλασσε,
καί ῥα θοῶς οἴμησεν ἐπʼ Ἀτρέος υἷε κραταιὼ
παῖδά τε καρτερόθυμον Ὀϊλέος, ὃς περὶ μὲν θεῖν
ἔσκε θοός, περὶ δ αὖτε μάχῃ ἔνι φέρτατος ἦεν.
τοῖς ἔπι κραιπνὸν ὄρουσεν ἔχων περιμήκετον ἔγχος·
σὺν δέ οἱ ἦλθε Πάρις τε καὶ Αἰνείας ἐρίθυμος,
ὅς ῥα θοῶς Αἴαντα βάλεν περιμήκεϊ πέτρῃ
κὰκ κόρυθα κρατερήν· ὁ δʼ ἄρʼ ἐν κονίῃσι τανυσθεὶς
ψυχὴν οὐ τι κάπυσσεν, ἐπεί νύ οἱ αἴσιμον ἦμαρ
ἐν νόστῳ ἐτέτυκτο Καφηρίσιν ἀμφὶ πέτρῃσι·
καί ῥά μιν ἁρπάξαντες ἀρηίφιλοι θεράποντες
βαιὸν ἔτʼ ἀμπνείοντα φέρον ποτὶ νῆας Ἀχαιῶν.
καὶ τότʼ ἄρʼ οἰώθησαν ἀγακλειτοὶ βασιλῆες
Ἀτρεῖδαι· περὶ δέ σφιν ὀλέθριος ἵσταθʼ ὅμιλος
βαλλόντων ἑκάτερθεν, ὅ τι σθένε χερσὶν ἑλέσθαι·
οἱ μὲν γὰρ στονόεντα βέλη χέον, οἱ δέ νυ λᾶας,
ἄλλοι δʼ αἰγανέας· τοὶ δʼ ἐν μέσσοισιν ἐόντες
στρωφῶντʼ, εὖτε σύες μέσῳ ἕρκεϊ ἠὲ λέοντες
ἤματι τῷ, ὅτʼ ἄνακτες ἀολλίσσωσʼ ἀνθρώπους
ἀργαλέως τʼ εἰλέωσι κακὸν τεύχοντες ὄλεθρον
θηρσὶν ὑπὸ κρατεροῖς, οἱ δʼ ἕρκεος ἐντὸς ἐόντες
δμῶας δαρδάπτουσιν, ὅ τις σφίσιν ἐγγὺς ἵκηται·