Ancient Greek
Book 6, lines 6.537-6.578
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 6.537-578
Not analysed yet
ὣς οἵ γʼ ἐν μέσσοισιν ἐπεσσυμένους ἐδάϊζον.
ἀλλʼ οὐδʼ ὣς μένος εἶχον ἐελδόμενοί περ ἀλύξαι,
εἰ μὴ Τεῦκρος ἵκανε καὶ Ἰδομενεὺς ἐρίθυμος
Μηριόνης τε Θόας τε καὶ ἰσόθεος Θρασυμήδης,
οἵ ῥα πάρος φοβέοντο θρασὺ σθένος Εὐρυπύλοιο,
καί κε φύγον κατὰ νῆας ἀλευάμενοι βαρὺ πῆμα,
εἰ μὴ ἄρʼ Ἀτρείδῃσι περιδδείσαντες ἵκοντο
ἄντην Εὐρυπύλοιο· μάχη δʼ ἀΐδηλος ἐτύχθη.
ἔνθα τότʼ Αἰνείαο κατʼ ἀσπίδος ἔγχος ἔρεισε
Τεῦκρος ἐϋμμελίης· τοῦ δʼ οὐ χρόα καλὸν ἴαψεν·
ἤρκεσε γάρ οἱ πῆμα σάκος μέγα τετραβόειον·
ἀλλὰ καὶ ὣς δείσας ἀνεχάσσατο τυτθὸν ὀπίσσω.
Μηριόνης δʼ ἐπόρουσεν ἀμύμονι Λαοφόωντι
Παιονίδῃ, τὸν ἐγείνατʼ ἐϋπλόκαμος Κλεομήδη
Ἀξιοῦ ἀμφὶ ῥέεθρα· κίεν δʼ ὅ γε Ἴλιον ἱρὴν
Τρωσὶν ἀρηξέμεναι μετʼ ἀμύμονος Ἀστεροπαίου·
τὸν δʼ ἄρα Μηριόνης νύξ̓ ἔγχεϊ ὀκριόεντι
αἰδοίων ἐφύπερθε· θοῶς δέ οἱ εἴρυσεν αἰχμὴ
ἔγκατα· τοῦ δʼ ὤκιστα ποτὶ ζόφον ἔσσυτο θυμός.
Αἴαντος δʼ ἄρʼ ἑταῖρος Ὀϊλιάδαο δαΐφρων
Ἀλκιμέδης ἐς ὅμιλον ἐϋσθενέων βάλε Τρώων·
ἧκε δʼ ἐπευξάμενος δηίων ἐς φύλοπιν αἰνὴν
σφενδόνῃ ἀλγινόεντα λίθον· διὰ δʼ ἔτρεσαν ἄνδρες
ῥοῖζον ὁμῶς καὶ λᾶα περιδδείσαντες ἰόντα.
τὸν δʼ ὀλοὴ φέρε Μοῖρα ποτὶ θρασὺν ἡνιοχῆα
Πάμμονος Ἱππασίδην· τὸν δʼ ἡνία χερσὶν ἔχοντα
πλῆξε κατὰ κροτάφοιο· θοῶς δέ μιν ἔκβαλε δίφρου
πρόσθεν ἑοῖο τροχοῖο· θοὸν δέ οἱ ἅρμα πεσόντος
λυγρὸν ἐπισσώτροισι δέμας διελίσσετʼ ὀπίσσω
ἵππων ἱεμένων· θάνατος δέ μιν αἰνὸς ἐδάμνα
ἐσσυμένως μάστιγα καὶ ἡνία νόσφι λιπόντα·
Πάμμονι δʼ ἔμπεσε πένθος· ἄφαρ δέ ἑ θῆκεν ἀνάγκη
ἄμφω καὶ βασιλῆα καὶ ἡνιοχεῖν θοὸν ἅρμα·
καί νύ κεν αὐτοῦ κῆρα καὶ ὕστατον ἦμαρ ἀνέτλη,
εἰ μή οἱ Τρώων τις ἀνὰ κλόνον αἱματόεντα
ἡνία δέξατο χερσὶ καὶ ἐξεσάωσεν ἄνακτα
ἤδη τειρόμενον δηίων ὀλοῇσι χέρεσσιν.
ἀντίθεον δʼ Ἀκάμαντα καταντίον ἀΐσσοντα
Νέστορος ὄβριμος υἱὸς ὑπὲρ γόνυ δούρατι τύψεν·
ἕλκεϊ δʼ οὐλομένῳ στυγερὰς ὑπεδύσατʼ ἀνίας·
χάσσατο δʼ ἐκ πολέμοιο· λίπεν δʼ ἑτάροισι κυδοιμὸν
δακρυόεντʼ· οὐ γάρ οἱ ἔτι πτολέμοιο μεμήλει.