Ancient Greek
Book 8, lines 8.227-8.266
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 8.227-266
Not analysed yet
ὣς ὁ θοῶς Τρώεσσιν ἐπέσσυτο πῆμα κορύσσων·
δάμνατο δʼ ἄλλοθεν ἄλλος, ὅσους κίχον ἄμβροτοι ἵπποι·
πλήθετο δὲ χθονὸς οὖδας, ἄδην δʼ ἐρυθαίνετο λύθρῳ.
ὡς δʼ ὅτε μυρία φύλλα κατʼ οὔρεος ἐν βήσσῃσι
ταρφέα πεπτηῶτα χυτὴν κατὰ γαῖαν ἐρέψῃ·
ὣς Τρώων τότε λαὸς ἀάσπετος ἐν χθονὶ κεῖτο
χερσὶ Νεοπτολέμοιο καὶ Ἀργείων ἐριθύμων,
ὧν ἄπλετον μετὰ χερσὶν ὑπέρρεεν αἷμα κελαινὸν
ἀνδρῶν ἠδʼ ἵππων· μάλα δʼ ἄντυγες ἀμφʼ ὀχέεσσι
κινύμεναι δεύοντο περὶ στροφάλιγξιν ἑῇσι.
καί νύ κε Τρώιοι υἷες ἔσω πυλέων ἀφίκοντο,
πόρτιες εὖτε λέοντα φοβεύμεναι ἢ σύες ὄμβρον,
εἰ μὴ Ἄρης ἀλεγεινὸς ἀρηγέμεναι μενεαίνων
Τρωσὶ φιλοπτολέμοισι κατήλυθεν Οὐλύμποιο
κρύβδʼ ἄλλων μακάρων· φόρεον δέ μιν ἐς μόθον ἵπποι
αἴθων καὶ Φλόγιος, Κόναβος δʼ ἐπὶ τοῖσι Φόβος τε,
τοὺς Βορέῃ κελάδοντι τέκε βλοσυρῶπις Ἐριννὺς
πῦρ ὀλοὸν πνείοντας· ὑπέστενε δʼ αἰόλος αἰθὴρ
ἐσσυμένων ποτὶ δῆριν. ὁ δʼ ὀτραλέως ἀφίκανεν
ἐς Τροίην· ὑπὸ δʼ αἶα μέγʼ ἔκτυπε θεσπεσίοισιν
ἵππων ἀμφὶ πόδεσσι· μολὼν δʼ ἄγχιστα κυδοιμοῦ
πῆλε δόρυ βριαρόν· μέγα δʼ ἴαχε Τρωσὶ κελεύων
ἀντιάαν δηίοισι κατὰ κλόνον· οἱ δʼ ἀΐοντες
θεσπεσίην ὄπα πάντες ἐθάμβεον· οὐ γὰρ ἴδοντο
ἄμβροτον ἀθανάτοιο θεοῦ δέμας οὐδὲ μὲν ἵππους·
ἠέρι γὰρ κεκάλυπτο. νόησε δὲ θέσκελον αὐδὴν
ἔκποθεν ἀΐσσουσαν ἄδην εἰς οὔατα Τρώων
ἀντιθέου Ἑλένοιο κλυτὸς νόος· ἐν δʼ ἄρα θυμῷ
γήθησεν καὶ λαὸν ἀπεσσύμενον μέγʼ ἀΰτει·
ἆ δειλοί, τί φέβεσθε φιλοπτολέμου Ἀχιλῆος
υἱέα θαρσαλέον; θνητός νύ τίς ἐστι καὶ αὐτός,
οὐδέ οἱ ἶσον Ἄρηι πέλει σθένος, ὃς μέγʼ ἀρήγει
ἧμιν ἐελδομένοισι· βοᾷ δʼ ὅ γε μακρὰ κελεύων
μάρνασθʼ Ἀργείοισι κατὰ κλόνον· ἀλλʼ ἄγε θυμῷ
τλῆτε φίλοι καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε·
οὐ γὰρ ἀμείνονα Τρωσὶν ὀΐομαι ἄλλον ἱκέσθαι
ἀλκτῆρα πτολέμοιο· τί γὰρ ποτὶ δῆριν Ἄρηος
λώιον, εὖτε βροτοῖσι κορυσσομένοις ἐπαμύνει;
ὅς νῦν ἦμιν ἵκανεν ἐπίρροθος· ἀλλὰ καὶ αὐτοὶ
μνήσασθε πτολέμοιο, δέος δʼ ἀπὸ νόσφι βάλεσθε.