Ancient Greek
Book 8, lines 8.267-8.309
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 8.267-309
Not analysed yet
ὣς φάτο· τοὶ δʼ ἵσταντο καταντίον Ἀργείοισιν·
ἠΰτʼ ἐνὶ ξυλόχοισι κύνες κατέναντα λύκοιο
φεύγοντες τὸ πάροιθε βίην τρέψωσι μάχεσθαι
ταρφέα μηλονόμοιο παροτρύνοντος ἔπεσσιν·
ὣς ἄρα Τρώιοι υἷες ἀνὰ μόθον αἰνὸν Ἄρηος
δείματος ἐκτὸς ἔσαν· κατὰ δʼ ἀντίον ἀνέρος ἀνὴρ
μάρνατο θαρσαλέως· περὶ δʼ ἔκτυπεν ἔντεα φωτῶν
θεινόμενα ξιφέεσσι καὶ ἔγχεσι καὶ βελέεσσιν·
αἰχμαὶ δʼ ἐς χρόα δῦνον· ἐδεύετο δʼ αἵματι πολλῷ
δεινὸς Ἄρης· ὀλέκοντο δʼ ἀνὰ μόθον ἄλλος ἐπʼ ἄλλῳ
μαρναμένων ἑκάτερθε· μάχη δʼ ἔχεν ἶσα τάλαντα.
ὡς δʼ ὁπότʼ αἰζηοὶ μεγάλης ἀνὰ γουνὸν ἀλωῆς
ὄρχατον ἀμπελόεντα διατμήξωσι σιδήρῳ
σπερχόμενοι, τῶν δʼ ἶσον ἀέξεται εἰς ἔριν ἔργον,
οὕνεκʼ ἴσοι τελέθουσιν ὁμηλικίῃ τε βίῃ τε·
ὣς τῶν ἀμφοτέρωθε μάχης ἀλεγεινὰ τάλαντα
ἶσα πέλεν· Τρῶες γὰρ ὑπέρβιον ἐνθέμενοι κῆρ
μίμνον ἀταρβήτοιο πεποιθότες Ἄρεος ἀλκῇ;
Ἀργεῖοι δ ἄρα παιδὶ μενεπτολέμου Ἀχιλῆος.
κτεῖνον δʼ ἀλλήλους· ὀλοὴ δʼ ἀνὰ μέσσον Ἐνυὼ
στρωφᾶτʼ ἀλγινόεντι λύθρῳ πεπαλαγμένη ὤμους
καὶ χέρας· ἐκ δέ οἱ αἰνὸς ἀπὸ μέλεων ῥέεν ἱδρώς·
οὐδʼ ἑτέροισιν ἄμυνεν, ἴσῃ δʼ ἐπετέρπετο χάρμῃ
ἁζομένη φρεσὶν ᾗσι Θέτιν καὶ δῖον Ἄρηα.
ἔνθα Νεοπτόλεμος τηλέκλειτον Περιμήδεα
δάμναθʼ, ὃς οἰκίʼ ἔναιε παρὰ Σμινθήιον ἄλσος·
τῷ δʼ ἔπι Κέστρον ἔπεφνε μενεπτόλεμόν τε Φάληρον
καὶ κρατερὸν Περίλαον ἐϋμμελίην τε Μενάλκην,
ὃν τέκετʼ Ἰφιάνασσα παρὰ ζάθεον πόδα Κίλλης
τεχνήεντι Μέδοντι δαήμονι τεκτοσυνάων·
ἀλλʼ ὁ μὲν οἴκοι ἔμιμνε φίλῃ ἐνὶ πατρίδι γαίῃ·
παιδὸς δʼ οὐκ ἀπόνητο· δόμον δέ οἱ ἔργα τε πάντα
χηρωσταὶ μετόπισθεν ἀποφθιμένοιο δάσαντο
Δηίφοβος δὲ Λυκῶνα μενεπτόλεμον κατέπεφνε
τυτθὸν ὑπὲρ βουβῶνα τυχών· περὶ δʼ ἔγχεϊ μακρῷ
ἔγκατα πάντʼ ἐχύθησαν· ὅλη δʼ ἐξέσσυτο νηδύς.
Αἰνείας δὲ Δύμαντα κατέκτανεν, ὃς τὸ πάροιθεν
Αὐλίδα ναιετάασκε, συνέσπετο δʼ Ἀρκεσιλάῳ
ἐς Τροίην· ἀλλʼ οὔτι φίλην πάλιν ἔδρακε γαῖαν.
Εὐρύαλος δʼ ἐδάμασσε βαλὼν ἀλεγεινὸν ἄκοντα
Ἀστραῖον· τοῦ δʼ αἶψα διὰ στέρνοιο ποτήθη
αἰχμὴ ἀνιηρή, στομάχου δʼ ἀπέκερσε κελεύθους
ἀνέρι κῆρα φέρουσα· μίγη δέ οἱ εἴδατα λύθρῳ.