Ancient Greek
Book 8, lines 8.402-8.442
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 8.402-442
Not analysed yet
Ἔνθʼ ἄρα Μηριόνης στυγερὸν προέηκε βέλεμνον
καὶ βάλε Φυλοδάμαντα φίλον κρατεροῖο Πολίτεω
τυτθὸν ὑπὸ γναθμοῖο· πάγη δʼ ὑπὸ λαιμὸν ὀϊστός.
κάππεσε δʼ αἰγυπιῷ ἐναλίγκιος, ὅν τʼ ἀπὸ πέτρης
ἰῷ ἐϋγλώχινι βαλὼν αἰζηὸς ὀλέσσῃ·
ὣς ὁ θοῶς πύργοιο κατήριπεν αἰπεινοῖο·
γυῖα δέ οἱ λίπε θυμός· ἐπέβραχε δʼ ἔντεα νεκρῷ.
τῷ δʼ ἐπικαγχαλόων υἱὸς κρατεροῖο Μόλοιο
ἄλλον ἀφῆκεν ὀϊστὸν ἐελδόμενος μέγα θυμῷ
υἷα βαλεῖν Πριάμοιο πολυτλήτοιο Πολίτην·
ἀλλʼ ὁ μὲν αἶψʼ ἀλέεινε παρακλίνας ἑτέρωσε
ὅν δέμας, οὐδέ οἱ ἰὸς ἐπὶ χρόα καλὸν ἴαψεν·
ὡς δʼ ὅθʼ ἁλὸς κατὰ βένθος ἐπειγομένης νεὸς οὔρῳ
ναύτης παιπαλόεσσαν ἰδὼν ἐν χεύματι πέτρην
νῆα παρατρέψῃ λελιημένος ἐξυπαλύξαι
χειρὶ παρακλίνας οἰήιον, ᾗχί ἑ θυμὸς
ὀτρύνει, τυτθὴ δὲ βίη μέγα πῆμʼ ἀπερύκει·
ὣς ἄρʼ ὅ γε προϊδὼν ὀλοὸν βέλος ἔκφυγε πότμον.
οἱ δʼ αἰεὶ μάρναντο· λύθρῳ δʼ ἐρυθαίνετο τείχη
πύργοι θʼ ὑψηλοὶ καὶ ἐπάλξιες, ᾗχί τε Τρῶες
ἰοῖσι κτείνοντο πολυσθενέων ὑπʼ Ἀχαιῶν·
οὐδὲ μὲν οἵ γʼ ἀπάνευθε πόνων ἔσαν, ἀλλʼ ἄρα καὶ τῶν
πολλοὶ γαῖαν ἔρευθον· ὀρώρει δʼ αἰπὺς ὄλεθρος
βαλλομένων ἑκάτερθε· λυγρὴ δʼ ἐπετέρπετʼ Ἐνυὼ
δῆριν ἐπικλονέουσα κασιγνήτη Πολέμοιο.
καί νύ κε δὴ ῥήξαντο πύλας καὶ τείχεα Τροίης
Ἀργεῖοι, μάλα γάρ σφιν ἀάσπετον ἔπλετο κάρτος,
εἰ μὴ ἄρʼ αἶψʼ ἐβόησεν ἀγακλειτὸς Γανυμήδης
οὐρανοῦ ἐκκατιδών· μάλα γὰρ περιδείδιε πάτρης·
Ζεῦ πάτερ, εἰ ἐτεόν γε τεῆς ἔξ εἰμι γενέθλης,
σῇσι δʼ ὑπʼ ἐννεσίῃσι λιπὼν ἐρικυδέα Τροίην
εἰμὶ μετʼ ἀθανάτοισι, πέλει δέ μοι ἄμβροτος αἰών,
τῷ μευ νῦν ἐσάκουσον ἀκηχεμένου μέγα θυμῷ·
οὐ γὰρ τλήσομαι ἄστυ καταιθόμενον προσιδέσθαι
οὐδʼ ἄρʼ ἀπολλυμένην γενεὴν ἐν δηιοτῆτι
λευγαλέῃ, τῆς οὔ τι χερειότερον πέλει ἄλγος·
σοὶ δὲ καὶ εἰ μέμονε κραδίη τάδε μηχανάασθαι,
ἔρξον ἐμεῦ ἄπο νόσφιν· ἐλαφρότερον δέ μοι ἄλγος
ἔσσεται, ἢν μὴ ἔγωγε μετʼ ὄμμασιν οἷσιν ἴδωμαι·
κεῖνο γὰρ οἴκτιστον καὶ κύντατον, ὁππότε πάτρην
δυσμενέων παλάμῃσιν ἐρειπομένην τις ἴδηται.