Ancient Greek
Book 8, lines 8.443-8.485
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 8.443-485
Not analysed yet
ἦ ῥα μέγα στενάχων Γανυμήδεος ἀγλαὸν ἦτορ.
καὶ τότʼ ἄρα Ζεὺς αὐτὸς ἀπειρεσίοις νεφέεσσι
νωλεμέως ἐκάλυψε κλυτὴν Πριάμοιο πόληα·
ἠχλύνθη δὲ μάχη φθισίμβροτος· οὐδέ τις ἀνδρῶν
ἐξιδέειν ἐπὶ τεῖχος ἔτʼ ἔσθενεν, ᾗχι τέτυκτο·
ταρφέσι γὰρ νεφέεσσι διηνεκέως κεκάλυπτο·
ἀμφὶ δʼ ἄρα βρονταί τε καὶ ἀστεροπαὶ κτυπέοντο
οὐρανόθεν. Δαναοὶ δὲ Διὸς κτύπον εἰσαΐοντες
θάμβεον· ἐν δʼ ἄρα τοῖσι μέγʼ ἴαχε Νηλέος υἱός·
ὦ κλυτοὶ Ἀργείων σημάντορες, οὐκέτι νῶιν
ἔσσεται ἔμπεδα γυῖα Διὸς μέγα θαρσαλέοισι
Τρωσὶν ἀμύνοντος· μάλα γὰρ μέγα πῆμα κυλίνδει
ἡμῖν· ἀλλʼ ἄγε θᾶσσον ἑὰς ἐπὶ νῆας ἰόντες
παυσώμεσθα πόνοιο καὶ ἀργαλέοιο κυδοιμοῦ,
μὴ δὴ πάντας ἐνιπρήσῃ μάλα περ μενεαίνων.
τοῦ νῦν μὲν τεράεσσι πιθώμεθα· τῷ γὰρ ἔοικε
πάντας ἀεὶ πεπιθέσθαι, ἐπεὶ μάλα φέρτατός ἐστιν
ἰφθίμων τε θεῶν ὀλιγοσθενέων τʼ ἀνθρώπων·
καὶ γὰρ Τιτήνεσσιν ὑπερφιάλοισι χολωθεὶς
οὐρανόθεν κατέχευε πυρὸς μένος· ἡ δʼ ὑπένερθε
καίετο πάντοθε γαῖα, καὶ ὠκεανοῦ πλατὺ χεῦμα
ἔζεεν ἐκ βυσσοῖο καὶ ἐς πέρατʼ ἄχρις ἱκέσθαι·
καὶ ποταμῶν τέρσοντο ῥοαὶ μάλα μακρὰ ῥεόντων·
δάμνατο δʼ ὁππόσα φῦλα φερέσβιος ἔτρεφε γαῖα
ἠδʼ ὅσα πόντος ἔφερβεν ἀπείριτος ἠδʼ ὁπόσʼ ὕδωρ
ἀενάων ποταμῶν· ἐπὶ δέ σφισιν ἄσπετος αἰθὴρ
τέφρῃ ὑπεκρύφθη καὶ λιγνύϊ· τείρετο δὲ χθών·
τοὔνεκʼ ἐγῶ δείδοικα Διὸς μένος ἤματι τῷδε.
ἀλλʼ ἴομεν ποτὶ νῆας, ἐπεὶ Τρώεσσιν ἀρήγει
σήμερον· αὐτὰρ ἔπειτα καὶ ἡμῖν κῦδος ὀρέξει·
ἄλλοτε γάρ τε φίλη πέλει ἠώς, ἄλλοτε δʼ ἐχθρή·
καὶ δʼ οὔπω δὴ μοῖρα διαπραθέειν κλυτὸν ἄστυ,
εἰ ἐτεὸν Κάλχαντος ἐτήτυμος ἔπλετο μῦθος
τόν ῥα πάρος κατέλεξεν ὁμηγερέεσσιν Ἀχαιοῖς
δῃῶσαι Πριάμοιο πόλιν δεκάτῳ ἐνιαυτῷ.
ὣς φάτο· τοὶ δʼ ἀπάνευθε περικλυτὸν ἄστυ λιπόντες
χάσσαντʼ ἐκ πολέμοιο Διὸς τρομέοντες ὁμοκλήν·
ἀνέρι γὰρ πεπίθοντο παλαιῶν ἴστορι μύθων.
ἀλλʼ οὐδʼ ὣς ἀμέλησαν ἀποκταμένων ἐνὶ χάρμῃ·
ἀλλά σφεας τάρχυσαν ἀπὸ πτολέμου ἐρύσαντες·
οὐ γὰρ δὴ κείνους νέφος ἄμφεχεν, ἀλλὰ πόληα
ὑψηλὴν καὶ τεῖχος ἀνέμβατον, ᾧ πέρι πολλοὶ
Τρώων υἷες Ἄρηι καὶ Ἀργείων ἐδάμησαν.