Ancient Greek
Book 8, lines 8.486-8.504
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 8.486-504
Not analysed yet
ἐλθόντες δʼ ἐπὶ νῆας ἀρήια τεύχεα θέντο,
καί ῥα κόνιν καὶ ἱδρῶτα λύθρον τʼ ἀποφαιδρύναντο
κύμασιν ἐμβεβαῶτες ἐϋρρόου Ἑλλησπόντου.
Ἡέλιος δʼ ἀκάμαντας ὑπὸ ζόφον ἤλασεν ἵππους·
νὺξ δʼ ἐχύθη περὶ γαῖαν, ἀπέτραπε δʼ ἀνέρας ἔργων·
Ἀργεῖοι δʼ Ἀχιλῆος ἐϋπτολέμου θρασὺν υἷα
ἶσα τοκῆι τίεσκον· ὁ δ̓ἐν κλισίῃσιν ἀνάκτων
δαίνυτο καγχαλόων· κάματος δέ μιν οὔτι βάρυνεν,
οὕνεκά οἱ στονόεντα Θέτις μελεδήματα γυίων
ἐξέλετʼ, ἀκμήτῳ δʼ ἐναλίγκιον εἰσοράασθαι
τεῦξεν· ὁ δʼ ἐκ δόρποιο κορεσσάμενος κρατερὸν κῆρ
ἐς κλισίην ἀφίκανεν ἑοῦ πατρός, ἔνθα οἱ ὕπνος
ἀμφεχύθη· Δαναοὶ δὲ νεῶν προπάροιθεν ἴαυον
αἰὲν ἀμειβόμενοι φυλακάς· φοβέοντο γὰρ αἰνῶς,
Τρώων μή ποτε λαὸς ἢ ἀγχεμάχων ἐπικούρων
νῆας ἐνιπρήσῃ, νόστου δʼ ἀπὸ πάντας ἀμέρσῃ.
ὣς δʼ αὕτως Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων
ἀμφὶ πύλας καὶ τεῖχος ἀμοιβαδὸν ὑπνώεσκον
Ἀργείων στονόεσσαν ὑποτρομέοντες ὁμοκλήν.