Ancient Greek
Book 9, lines 9.210-9.252
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 9.210-252
Not analysed yet
ὀψὲ δʼ ἄρʼ εἰσενόησε περὶ προχοῇσι Σκαμάνδρου
ὀλλυμένους Δαναοὺς κρατερὸς πάϊς Αἰακίδαο
αἰὲν ἐπασσυτέρους· λίπε δʼ οὓς πάρος αὐτόθʼ ἔναιρε,
φεύγοντας ποτὶ ἄστυ, καὶ Αὐτομέδοντι κέλευε
κεῖσʼ ἐλάαν, ὅθι πουλὺς ἐδάμνατο λαὸς Ἀχαιῶν.
αὐτὰρ ὅ γʼ αἶψʼ ἐπίθησε καὶ ἀθανάτων μένος ἵππων
σεύεσκεν μάστιγι ποτὶ κλόνον· οἱ δʼ ἐπέτοντο
ῥίμφα διὰ κταμένων κρατερὸν φορέοντες ἄνακτα.
οἶος δʼ ἐς πόλεμον φθισίμβροτον ἔρχεται Ἄρης
ἐμβεβαὼς ἵπποισι, περιτρομέει δʼ ἄρα μαῖα
ἐσσυμένου, καὶ θεῖα περὶ στέρνοισι θεοῖο
τεύχἐ ἐπιβρομέουσιν ἴσον πυρὶ μαρμαίροντα·
τοῖος Ἀχιλλῆος κρατεροῦ πάϊς ἤιεν ἄντην
ἐσθλοῦ Δηιφόβοιο· κόνις δʼ ἐπαείρετο πολλὴ
ἵππων ἀμφὶ πόδεσσιν· ἰδὼν δέ μιν ἄλκιμος ἀνὴρ
Αὐτομέδων ἐνόησεν, ὅτις πέλεν· αἶψα δʼ ἄνακτι
τοῖον ἔπος κατέλεξε περικλυτὸν ἄνδρα πιφαύσκων·
ὦ ἄνα, Δηιφόβοιο πέλει στρατός, ὅς τε καὶ αὐτὸς
σεῖο πάροιθε τοκῆος ὑπέτρεμε· νῦν δέ οἱ ἐσθλὸν
ἢ θεὸς ἢ δαίμων τις ὑπὸ κραδίην βάλε θάρσος.
ὣς ἄρʼ ἔφη· ὁ δʼ ἄρʼ οὔτι προσέννεπεν, ἀλλʼ ἔτι μᾶλλον
ἵππους ὀτρύνεσκεν ἐλαυνέμεν, ὄφρα τάχιστα
ὀλλυμένοις Δαναοῖσιν ἀεικέα πότμον ἀλάλκοι.
ἀλλʼ ὅτε δή ῥʼ ἀφίκοντο μάλα σχεδὸν ἀλλήλοισι,
δὴ τότε Δηίφοβος μάλα περ χατέων πολέμοιο
ἔστη, ὅπως πῦρ αἰνόν, ὅθʼ ὕδατος ἐγγὺς ἵκηται·
θάμβεε δʼ εἰσορόων κρατερόφρονος Αἰακίδαο
ἵππους ἠδὲ καὶ υἷα πελώριον, οὔτι τοκῆος
μείονα. τοῦ δʼ ἄρα θυμὸς ὑπὸ φρεσὶν ὁρμαίνεσκεν
ἄλλοτε μὲν φεύγειν, ὁτὲ δʼ ἀνέρος ἄντα μάχεσθαι·
ὡς δʼ ὅτε σῦς ἐν ὄρεσσι νεηγενέων ἀπὸ τέκνων
θῶας ἀποσσεύῃσι, λέων δʼ ἑτέρωθι φανείη
ἔκποθεν ἐσσύμενος, τοῦ δʼ ἵσταται ἄσπετος ὁρμὴ
οὔτε πρόσω μεμαῶτος ἔτʼ ἐλθέμεν οὔτʼ ἄρʼ ὀπίσσω,
θήγει δʼ ἀφριόωντας ὑπὶ γναθμοῖσιν ὀδόντας·
ὣς υἱὸς Πριάμοιο σὺν ἅρμασι μίμνε καὶ ἵπποις
πορφύρων φρεσὶ πολλὰ καὶ ἀμφαφόων δόρυ χερσί.
τὸν δʼ υἱὸς προσέειπεν ἀμειλίκτου Ἀχιλῆος·
Πριαμίδη, τί νυ τόσσον ἐπʼ Ἀργείοισι μέμηνας
χειροτέροις, οἳ σεῖο περιτρομέοντες ὁμοκλὴν
φεῦγον ἐπεσσυμένοιο, σὺ δʼ ἔλπεο πολλὸν ἄριστος
ἔμμεναι; ἀλλὰ σοὶ εἴπερ ὑπὸ κραδίῃ μένος ἐστίν,
ἡμετέρης πείρησαι ἀνὰ κλόνον ἀσχέτου αἰχμῆς.