Ancient Greek
Book 9, lines 9.253-9.295
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 9.253-295
Not analysed yet
ὣς εἰπὼν οἴμησε λέων ὡς ἄντʼ ἐλάφοιο
ἐμβεβαὼς ἵπποισι καὶ ἅρμασι πατρὸς ἑοῖο·
καί νύ κέ μιν τάχα δουρὶ σὺν ἡνιόχῳ κατέπεφνεν,
εἰ μή οἱ μέλαν αἶψα νέφος κατέχευεν Ἀπόλλων
ἔκποθεν Οὐλύμποιο καὶ ἐξ ὀλοοῖο μόθοιο
ἥρπασε, καί μιν ἔθηκε ποτὶ πτόλιν, ᾗχι καὶ ἄλλοι
Τρῶες ἴσαν φεύγοντες· ὁ δʼ ἐς κενεὴν δόρυ τύψας
ἠέρα Πηλείδαο πάϊς ποτὶ μῦθον ἔειπεν·
ὦ κύον, ἐξήλυξας ἐμὸν μένος· οὐδὲ σοὶ ἀλκὴ
ἱεμένῳ περ ἄλαλκε, θεῶν δέ τις, ὅς σʼ ἐκάλυψε
νύκτα βαλὼν καθύπερθε, καὶ ἐκ κακότητος ἔρυσσεν.
ὣς ἄρʼ ἔφη· δνοφερὸν δὲ νέφος καθύπερθε Κρονίων
εὖτʼ ὀμίχλην διέχευε· λύθη δʼ εἰς ἠέρα μακρήν·
αὐτίκα δʼ ἐξεφάνη πεδίον καὶ πᾶσα περὶ χθών.
Τρῶας δʼ εἰσενόησεν ἀπόπροθι πολλὸν ἐόντας
Σκαιῇς ἀμφὶ πύλῃσιν· ἔβη δʼ ἄρα πατρὶ ἐοικὼς
ἀντία δυσμενέων, οἵ μιν φοβέοντο κιόντα·
ἠΰτε κῦμʼ ἀλεγεινὸν ἐπεσσύμενον τρομέουσι
ναῦται, ὅ τʼ ἐξ ἀνέμοιο διεγρόμενον φορέηται
εὐρὺ μάλʼ ὑψηλόν τε, μέμηνε δὲ λαίλαπι πόντος·
ὣς τοῦ ἐπερχομένοιο κακὸν δέος ἄμφεχε Τρῶας.
τοῖον δʼ ἔκφατο μῦθον ἐποτρύνων ἑτάροισι·
κλῦτε φίλοι καῖ θάρσος ἐνὶ στήθεσσι βάλεσθε
ἄτρομον, οἷον ἔοικε φορήμεναι ἀνέρας ἐσθλοὺς
νίκην ἱεμένους ἐρικυδέα χερσὶν ἀρέσθαι
καὶ κλέος ἐκ πολέμοιο δυσηχέος· ἀλλʼ ἄγε θυμὸν
παρθέμενοι πονεώμεθʼ ὑπὲρ μένος, εἰσόκε Τροίης
πέρσωμεν κλυτὸν ἄστυ καὶ ἐκτελέσωμεν ἐέλδωρ·
αἰδὼς γάρ, μάλα πολλὸν ἐπὶ χρόνον ἔνθα μένοντας
ἔμμεναι ἀπρήκτους καὶ ἀνάλκιδας, οἷα γυναῖκας·
τεθναίην γὰρ μᾶλλον ἢ ἀπτόλεμος καλεοίμην.
ὣς φάτο· τοὶ δʼ ἔτι μᾶλλον ἐς Ἄρεος ἔργον ὄρουσαν
θαρσαλέως, Τρώεσσι δʼ ἐπέδραμον· οἱ δὲ καὶ αὐτοὶ
προφρονέως μάρναντο περὶ πτόλιν, ἄλλοτε δʼ αὖτε
ἔντοσθεν πυλέων ἀπὸ τείχεος· οὐδʼ ἀπέληγε
δεινὸς Ἄρης, Τρώων μὲν ἐελδομένων ἀπερύξαι
δυσμενέων στρατὸν αἰνόν, ἐϋσθενέων δʼ Ἀργείων
ἄστυ διαπραθέειν· ὀλοὴ δʼ ἔχε πάντας ὀϊζύς.
καὶ τότε δὴ Τρώεσσιν ἀρηγέμεναι μενεαίνων
ἔκθορεν Οὐλύμποιο καλυψάμενος νεφέεσσι
Λητοΐδης· τὸν δʼ αἶψα θοαὶ φορέεσκον ἄελλαι
τεύχεσι χρυσείοισι κεκασμένον· ἀμφὶ δὲ μακραὶ
μάρμαιρον κατιόντος ἴσον στεροπῇσι κέλευθοι·