Ancient Greek
Book 9, lines 9.426-9.466
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 9.426-466
Not analysed yet
οἱ δέ μιν αἶψʼ ἐπὶ νῆα καὶ ἠιόνας βαρυδούπους
καγχαλόωντες ἔνεικαν ὁμῶς σφετέροισι βελέμνοις·
καί ῥά οἱ ἀμφεμάσαντο δέμας καὶ ἀμείλιχον ἕλκος
σπόγγῳ ἐϋτρήτῳ, κατὰ δʼ ἔκλυσαν ὕδατι πολλῷ.
ἀμπνύνθη δʼ ἄρα τυτθόν· ἄφαρ δέ οἱ ἐγκονέοντες
δόρπον ἐῢν τεύξαντο μεμαότι· σὺν δὲ καὶ αὐτοὶ
δαίνυντʼ ἔνδοθι νηός. ἐπήλυθε δʼ ἀμβροσίη νύξ,
τοῖσι δʼ ἐφʼ ὕπνος ὄρουσε· μένον δʼ ἄχρις Ἠριγενείης
ἀμφιάλου Λήμνοιο παρʼ ᾐόσιν· αὐτὰρ ἅμʼ ἠοῖ
πείσμαθʼ ὁμῶς εὐνῇσιν ἐϋγνάμπτοισιν ἄειραν
ἔκτοθεν ἐγκονέοντες· ἐπιπροέηκε δʼ Ἀθήνη
ἐξόπιθεν πνείοντα τανυπρώρου νεὸς οὖρον.
ἱστία δʼ αἶψʼ ἐτάνυσσαν ὑπʼ ἀμφοτέροισι πόδεσσι,
νῆα κατιθύνοντες ἐΰζυγον· ἡ δʼ ὑπʼ ἰωῇ
ἔσσυτʼ ἐπὶ πλατὺ χεῦμα· μέλαν δʼ ἀμφέστενε κῦμα
ῥηγνύμενον· πολιὸς δὲ περίζεε πάντοθεν ἀφπός·
ἀθφὶ δέ οἱ δελφῖνες ἀολλέες ἐσσεύοντο
ῥίμφα διαπρήσσοντες ἁλὸς πολιοῖο κέλευθα.
οἱ δʼ ἄφαρ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντʼ ἀφίκοντο,
ᾗχι καὶ ἄλλαι νῆες ἔσαν· κεχάροντο δʼ Ἀχαιοί,
ὡς ἴδον οὓς ποθέεσκον ἀνὰ στρατόν. οἱ δʼ ἄρα νηὸς
ἀσπασίως ἀπέβησαν· ἔχεν δʼ ἄρα χεῖρας ἀραιὰς
Ποίαντος θρασὺς υἱὸς ἐπʼ ἀνέρας, οἵ ῥά μιν ἄμφω
λυγρὸν ἐπισκάζοντα ποτὶ χθόνα δῖαν ἄγεσκον
ἀμφοτέρων κρατερῇσιν ἐπικλινθέντα χέρεσσιν·
ἠΰτʼ ἐνὶ ξυλόχοισιν ἐς ἥμισυ μέχρι κοπεῖσαν
φηγὸν ὑφʼ ὑλοτόμοιο βίης ἤ πίονα πεύκην
τυτθὸν ἔθʼ ἑστηυῖαν, ὅσον λίπε δρυτόμος ἀνὴρ.
πρέμνον ὑποτμήγων λιπαρόν, δάος ὄφρα πέληται
πίσσα πυρὶ δμηθεῖσα κατʼ οὔρεα, τὴν δʼ ἀλεγεινῶς
ἀχθομένην ἄνεμός τε καὶ ἀδρανίη ποτικλίνῃ
ἔρνεσιν εὐθαλέεσσι, φέρουσι δέ μιν βαρέουσαν·
ὣς ἄρʼ ὑπʼ ἀτλήτῳ βεβαρημένον ἄλγεϊ φῶτα
θαρσαλέοι ἥρωες ἐπικλινθέντα φέρεσκον
Ἀργείων ἐς ὅμιλον ἀρήιον· οἱ δʼ ἐσιδόντες
ᾤκτειραν μάλα πάντες ἑκηβόλον ἀνέρα λυγρῷ
ἕλκεϊ τειρόμενον· τὸν δὲ στερεὸν καὶ ἄνουσον
ὠκύτερον ποίησε νοήματος αἰψηροῖο
ἶσος ἐπουρανίοις Ποδαλείριος, εὖ μὲν ὕπερθε
πάσσων φάρμακα πολλὰ καθʼ ἕλκεος, εὖ δὲ κικλήσκων
οὔνομα πατρὸς ἑοῖο· θοῶς δʼ ἰάχησαν Ἀχαιοὶ
πάντες κυδαίνοντες ὁμῶς Ἀσκληπιοῦ υἷα.