Ancient Greek
Book 9, lines 9.383-9.425
Quintus Smyrnaeus, τὰ μεθ᾿ Ὅμηρον 9.383-425
Not analysed yet
ὣς τοῦ ὑπίχνιον ἕλκος ἀέξετο πυθομένοιο
ἰοῦ ἄπο, στυφελοῖς τόν οἱ ἐνομόρξατʼ ὀδοῦσι
λυγρὸς ὕδρος, τόν φασιν ἀναλθέα τε στυγερόν τε
ἔμμεναι, ὁππότε μιν τέρσῃ περὶ χέρσον ἰόντα
ἠελίοιο μένος· τῷ καὶ μέγα φέρτατον ἄνδρα
τεῖρε δυσαλθήτοισιν ὑποδμηθέντʼ ὀδύνῃσιν·
ἐκ δέ οἱ ἕλκεος αἰὲν ἐπὶ χθόνα λειβομένοιο
ἰχῶρος πεπάλακτο πέδον πολυχανδέος ἄντρου
θαῦμα μέγʼ ἀνθρώποισι καὶ ὕστερον ἐσσομένοισι.
καί οἱ πὰρ κλισίην φαρέτρη παρεκέκλιτο μακρὴ
ἰῶν πεπληθυῖα· πέλοντο δʼ ἄρʼ οἱ μὲν ἐπʼ ἄγρην,
οἱ δʼ ἐς δυσμενέας, τοὺς ἄμφεχε λοίγιον ὕδρου
φάρμακον αἰνομόροιο· πάροιθε δέ οἱ μέγα τόξον
κεῖτο πέλας, γναμπτοῖσιν ἀρηράμενον κεράεσσι
χερσὶν ὑπʼ ἀκαμάτῃσι τετυγμένον Ἡρακλῆος.
τοὺς δʼ ὁπότʼ εἰσενόησε ποτὶ σπέος εὐρὺ κιόντας,
ἐσσυμένως οἴμησεν ἐπʼ ἀμφοτέροισι τανύσσαι
ἀλγινόεντα βέλεμνα χόλου μεμνημένος αἰνοῦ,
οὕνεκά μιν τὸ πάροιθε μέγα στενάχοντα λίποντο
μοῦνον ἐρημαίοισιν ἐπʼ αἰγιαλοῖσι θαλάσσης.
καί νύ κεν αἶψʼ ἐτέλεσσεν, ἅ οἱ θρασὺς ἤθελε θυμός,
εἰ μή οἱ στονόεντα χόλον διέχευεν Ἀθήνη
ἀνέρας εἰσορόωντος ὁμήθεας· οἱ δέ οἱ ἄγχι
ἤλυθον ἀχνυμένοισιν ἐοικότε· καί ῥά μιν ἄμφω
ἄντρου ἔσω κοίλοιο παρεζόμενοι ἑκάτερθεν
ἕλκεος ἀμφʼ ὀλοοῖο καὶ ἀργαλέων ὀδυνάων
εἴροντʼ· αὐτὰρ ὁ τοῖσιν ἑὰς διεπέφραδʼ ἀνίας.
οἱ δέ ἑ θαρσύνεσκον· ἔφαντο δέ οἱ λυγρὸν ἕλκος
ἐξ ὀλοοῖο μόγοιο καὶ ἄλγεος ἰήσασθαι,
ἢν στρατὸν εἰσαφίκηται Ἀχαιικόν, ὅν ῥα καὶ αὐτὸν
φάντο μέγʼ ἀσχαλάαν παρὰ νήεσιν ἠδὲ καὶ αὐτοὺς
Ἀτρείδας ἅμα τοῖσι· κακῶν δέ οἱ οὔτινʼ Ἀχαιῶν
αἴτιον ἔμμενʼ ἔφαντο κατὰ στρατόν, ἀλλʼ ἀλεγεινὰς
μοίρας, ὧν ἑκὰς οὔτις ἀνὴρ ἐπινίσσεται αἶαν,
ἀλλʼ αἰεὶ μογεροῖσιν ἐπʼ ἀνδράσιν ἀπροτίοπτοι
στρωφῶντʼ ἤματα πάντα, βροτῶν γένος ἄλλοτε μέν που
βλάπτουσαι κατὰ θυμὸν ἀμείλιχον, ἄλλοτε δʼ αὖτε
ἔκποθι κυδαίνουσαι· ἐπεὶ μάλα πάντα βροτοῖσι
κεῖναι καὶ στονόεντα καὶ ἤπια μηχανόωνται
αὐταὶ ὅπως ἐθέλουσιν. ὁ δʼ εἰσαΐων Ὀδυσῆος
ἠδὲ καὶ ἀντιθέου Διομήδεος αὐτίκα θυμὸν
ῥηιδίως κατέπαυσεν ἀνιηροῖο χόλοιο,
ἔκπαγλον τὸ πάροιθε χολούμενος, ὅσσʼ ἐπεπόνθει.