Ancient Greek
409.3
Rhetorica Anonyma, Problemata Rhetorika Eis Staseis 409.3
Unproofread scanNot analysed yet
40. Νόμος ἐκέλευε τὸν λιπόντα τὴν τάξιν ἐν πολέμῳ ὑπὸ τοῦ στρατηγοῦ ἀναιρεῖσθαι, καὶ ἄλλος νόμος τὸν καταλαβόντα μοιχὸν ἐπὶ τῇ γυναικὶ αὐτοῦ ἀποκτεῖναι. στρατηγὸς τις ἐκλιπόντα τὴν τάξιν τὸν ἴδιον πατέρα ἀνεῖλεν· ἕτερος πάλιν μοιχὸν εὑρὼν ἐπὶ τῇ γυναικὶ αὐτοῦ τὸν ἴδιον πατέρα ἀνεῖλε. λοιμὸς κατέσχε τὴν πόλιν. ἠλθε δὲ χρησμὸς, ὅτι παύσεται ὁ λοιμὸς, ἐὰν ὁ ἀδίκως φονεύσας τὸν ἑαυτοῦ πατέρα ἀποθάνῃ, καὶ ἀμφιβαλλούσιν ὁ τε στρατηγὸς καὶ ὁ ἄλλος, τὶς ἄρα ἀδίκως ἐφόνευσεν.