Ancient Greek
409.5
Rhetorica Anonyma, Problemata Rhetorika Eis Staseis 409.5
Unproofread scanNot analysed yet
42. Φιλόσοφος στασιάζοντα τὸν δῆμον ἔπαινε, καὶ αἰτεῖ εἰς τὴν δωρεάν, τοὺς ῥήτορας σιωπᾶν· οἱ δὲ ἀντιλέγουσιν. 43. Νόμου κελεύοντος, τὸν νέον νόμον εἴσω τριάκοντα ἡμερῶν ἀκυροῦσθαι, εἰ δὲ μή, βέβαιον εἶναι, πλούσιος ἔχων ἐχθρὸν πέντητα καὶ ἐξερχόμενον εἰς πρεσβείαν τῆς πόλεως ἔγραψε νόμον, ἵνα ὁ μὴ εὐπορῶν πέντε τάλαντα ἀνέρχηται εἰς κριτήριον. ἐπανελθὼν ὁ πέντης μετὰ τὰς τριάκοντα ἡμέρας, ἀφ’ οὗ ἐτέθη ὁ νόμος, κωλύει τὸν ὑπὸ τοῦ πλουσίου τεθέντα νόμον· ὁ δὲ ἀντιλέγει.