Ancient Greek
412.7 to 413.5
Rhetorica Anonyma, Problemata Rhetorika Eis Staseis 412.7-413.5
Unproofread scanNot analysed yet
65. Νόμος ἐκέλευεν, ὅστις εἴποι καλὴν βουλήν, καὶ δέξεται αὐτὴν ἡ πόλις, ἵνα λαμβάνῃ δῶρον· ὑπὸ πο- ΠΡΟΒΛΗΜΑΤΑ ΡΗΤΟΡΙΚΑ λέμου καὶ λιμοῦ καταπονουμένης πόλεως, συνεβούλευ-75 σέ τις ἀποκτεῖναι τὴν ἄχρηστον ἡλικίαν· καὶ ὑπηκού-76 σθη· καὶ αἰτεῖ τὴν δωρεάν, τοὺς παῖδας σωθῆναι· 77 ἡ δὲ πόλις ἀντιλέγει. 66. Τύραννος μοιχεύσων γυναῖκα τινὸς ἀνηρέθη ὑπ’ αὐτῆς· νόμου κελεύοντος τὸν μὲν ἀνελόντα τύραννον τι-78 μᾶσθαι δημοσίᾳ, τὴν δὲ μοιχευθεῖσαν ἀποθνή-79 σκειν, ὁ μὲν ἀνὴρ αὐτῆς λέγει, ἀναιρεθῆναι αὐτήν,80 ἡ δὲ πόλις λέγει αὐτὴν τιμηθῆναι. 67. Δέκα τινὲς συνεβουλεύσαντο, ἵνα ἀποκτεῖνωσι τύραννον· ὁ εἷς ἐξ αὐτῶν ἐμήνυσε, καὶ οἱ μὲν ἐννέα ἐσταυρώθησαν, ὁ δὲ λοιπὸς γέγονε φίλος τοῦ τυράν-81 νου· καὶ μετὰ τοῦτο ἀνεῖλε τὸν τύραννον· καὶ αἰτεῖ τὴν δωρεάν· οἱ δὲ παῖδες τῶν θανόντων ἀντιλέγουσιν. 82 68. Τύραννος ἐπ’ ἀμνηστία καταλιπὼν τὴν τυραν-83 νίδα καὶ συνεχῶς εἰς τὴν ἀκρόπολιν ἀφορῶν καὶ δακρύ-ων κρίνεται τυραννίδος ἐπιθέσεως. 69. Φιλόσοφος μοιχὸν εὑρὼν ἐπὶ τῇ γυναικὶ συνώχλησεν αὐτῷ τὴν γυναῖκα, καὶ κρίνεται παρα-84 νομίας. 8586