Ancient Greek · ~3 min
Volume 7
Rhetorica Anonyma, Prolegomena de inventione 7.52
Not analysed yet
ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΕΥΡΕΣΕΩΝ. Ἰστέον, ὅτι ἀπὸ τοῦ πράγματος δεῖ ποιεῖν νόημα, μὴ μέντοι μηδὲ αὐτὸ τὸ πρᾶγμα διεξιέναι, μήτε τὰς εἰς τὸ πρᾶγμα κατασκευὰς ἀναλίσκειν· τὸ μὲν γὰρ διηγηματικὸν, τὸ δὲ κεφαλαιῶδες καὶ ἐπιχειρηματικόν· δεῖ τοίνυν συνεστραμμένον εἶναι τὸ προοίμιον καὶ σπερματικῶς ἔχειν τὰ πράγματα· παραιτησόμεθα δὲ τὸ προοίμιον, ὅταν ἢ εὐνοῶσιν οἱ δικάζοντες, ἢ ὀλίγον λάβοιμεν ὕδωρ· τότε γὰρ ἡ τῶν ἀναγκαίων διήγησις ὠφελιμωτέρα· ἑρμηνεία δὲ τοῦ προοιμίου τῇ μὲν ἐκλογῇ ἀπερίεργος ἔστω· γενέσθω δὲ τοιαύτη, ὅθεν ἐκφύγῃ τις τοὺς ἐμφανεῖς τρόπους· τοῦ δὲ προοιμίου ἡ ὑπόκρισις μετρία καὶ ἀτάραχος καὶ τοῖς ὑποκειμένοις οἰκεία. Ὅρος προοιμίου. Προοίμιόν ἐστι λόγος παρασκευάζων τὸν ἀκροατὴν εἰς ὑποδοχὴν τῆς ὑποθέσεως· κυρίως δὲ μὲν προοίμιον ἔλεγον οἱ παλαιοὶ τὰ παρὰ τῶν κιθαρῳδῶν ἐν ἀρχῇ λεγόμενα· τέλος δὲ τοῦ προοιμίου τὸ παρασχεῖν εὐήκοον πρὸς τὰ λοιπὰ τὸν ἀκροατήν. Τὰ προοίμια γίνονται