Ancient Greek · ~5 min
Volume 7
Rhetorica Anonyma, Prolegomena de inventione 7.53
Not analysed yet
ἀπὸ τῶν δικαζόντων, οἵτινές εἰσι κριταί· ἀπὸ τῶν κατηγόρων, οἵτινές εἰσιν οἱ διώκοντες, καὶ δι' ἐντολέων λαλοῦντες· ἀπὸ τῶν ἀπολογουμένων, οἵτινές εἰσιν οἱ ἐντολεῖς οἱ βοηθοῦντες τοῖς φεύγουσιν· ἀπὸ τῶν ἐχόντων αὐτὰ τὰ πράγματα, τῶν ἀντιδίκων. Περὶ προοιμίων. Ἰστέον, ὅτι τὸ προοίμιον κατὰ μὲν τοὺς Ἀπολλοδωρείους τὴν πρώτην τάξιν τοῦ λόγου ἐπέχει. εἰ γὰρ προσοχῆς, φασὶ, τῶν ἀκουόντων ἐστὶ ποιητικὸν πρὸς τὰ λεχθῆναι μετὰ ταῦτα ὀφείλοντα, πᾶσα ἀνάγκη αὐτὸ πρὸ τῶν ἄλλων τάττεσθαι. Ἀλέξανδρος δὲ ὁ τοῦ Νουμηνίου καὶ κατ' ἀρχήν φησι τοῦτο καὶ μετὰ τὴν διήγησιν, καὶ μετὰ τὰς πίστεις τάττεσθαι, ὃ καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου πεποίηκε μεταξὺ τοῦ λόγου εἰπών· „οἶμαι τοίνυν τινὰς ὑμῶν, ὦ Ἀθηναῖοι, ποθεῖν ἀκοῦσαι τὴν ἔχθραν, ἥ τις ἦν ἡμῖν· “οὐ μὴν διὰ τοῦτο, φησὶ, καὶ διττὸν εἶναι τὸ προοίμιον νοητέον, ἀλλὰ τὸ μὲν ἐν ἀρχῇ κατὰ τὴν δύναμιν καὶ κατὰ τὴν τάξιν κυριώτερον, φησὶ, νομιστέον· τὸ δὲ ἐν τῷ μεταξὺ κατὰ δύναμιν μόνον· θορύβου γὰρ πολλάκις ἐν τῷ μεταξὺ γινομένου ἀνάγκη προοιμιάσασθαι πάλιν πρὸς τὸ προσοχὴν ἐργάσασθαι. Προοίμιον δέ ἐστιν, ὡς ὅταν τις ἐξευμενιζόμενος τοὺς δικαστὰς κατά τινος ποιούμενος τοὺς λόγους εἴπῃ· ἄνδρες δικασταὶ, δικαιότατοι, καὶ ὅσα