Ancient Greek · ~3 min
Volume 14
Rhetorica Anonyma, Prolegomena in artem rhetoricam 14.14
Not analysed yet
INTRODUCTIO ARTIS RHETORICAE Πρὸ παντὸς πράγματος καὶ πρὸ πάσης. ἐπιστήμης καὶ τέχνης τέσσαρά ἐστι ταῦτα τὰ ζητούμενα· εἰ ἔστι, τί ἐστι, διὰ τί ἐστι καὶ ὁποῖόν τί ἐστιν. Εἰ ἔστιν· ὅτι ἦν ἡ ῥητορική, ἀφ' οὗ ἄνθρωποι γεγόνασιν· ἔσχατον δὲ κατὰ μικρὸν συνετέθη εἰς τέχνην. Τί δέ ἐστι ῥητορική; [’τέχνη περὶ λόγου δύναμιν ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ πειστικῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον.’ ἄλλως·] ‘δύναμις εὑρετικὴ καὶ ἑρμηνευτικὴ μετὰ κόσμου τῶν ἐνδεχομένων πιθανῶν ἐν παντὶ λόγῳ.’ τί ἐστι δύναμις; ‘δύναμίς’ ἐστι πρᾶγμα ἐν μεσότητι, ᾧ δύναιτό τις καὶ ἐπὶ ἀγαθῷ καὶ ἐπὶ φαύλῳ χρήσασθαι. ‘εὑρετικὴ δὲ καὶ ἑρμηνευτική’, ὅτι δεῖ τὸν ῥήτορα εὑρεῖν