Ancient Greek
Volume 14
Rhetorica Anonyma, Prolegomena in artem rhetoricam 14.15
Not analysed yet
πρῶτον καὶ νοῆσαι, εἶτα ἑρμηνεῦσαι ἤτοι φράσαι. ‘μετὰ κόσμου δὲ τῶν ἐνδεχομένων πιθανῶν’ πρόσκειται, ὅτι δεῖ πιθανῶς καὶ κοσμίως τὸν ῥήτορα λέγειν. πιθανὸς δὲ γίνεται λόγος, ὅταν προσήκοντας τοῖς ὑποκειμένοις προσώποις ἢ πράγμασι λέγωμεν λόγους. Διὰ τί δέ ἐστι ῥητορική; διὰ τὸ κοσμεῖν τὸν τῶν ἀνθρώπων βίον καὶ τὰς πολιτείας· διὰ τοῦτο γὰρ καὶ πολιτικὴ λέγεται. [διὰ τοῦτο καὶ ὁ ῥήτωρ λέγεται ἀνὴρ πολιτικῶν πραγμάτων ἐπιστήμων, τῶν ἐφ' ἑκάτερα ἐξ ἐνδόξων κατασκευαστής.] εἰ γὰρ τρία τὰ εἴδη τῆς ῥητορικῆς εἰσιν, οἷον δικανικόν, συμβουλευτικόν, πανηγυρικόν, τούτων δὲ ἄνευ ἀδύνατον συστῆναι πολιτείαν—δικανικὸν γάρ ἐστι πᾶν τὸ ἐν κατηγορίᾳ καὶ ἀπολογίᾳ, τέλος δὲ αὐτοῦ τὸ δίκαιον, καὶ ἐν πολιτείᾳ εἰ μὴ κατηγορήσωμεν τῶν ἐχθρῶν καὶ ἀνασκευάσωμεν τὰς προτάσεις αὐτῶν, κατασκευάσωμεν δὲ τὰ ἴδια καὶ ἀπολογησώμεθα ὑπὲρ ἡμῶν αὐτῶν, πῶς ἂν συσταίη πολιτεία; πάλιν συμβουλευτικόν ἐστι πᾶν τὸ ἐν προτροπῇ καὶ ἀποτροπῇ, τέλος δὲ αὐτοῦ τὸ συμφέρον, καὶ ἐν πολιτείᾳ εἰ μὴ προτρεψώμεθα πρὸς τὰ ἀγαθά, ἀποτρεψώμεθα δὲ ἀπὸ τῶν φαύλων, πῶς ἂν συσταίη πολιτεία; πανηγυρικὸν δέ ἐστι πᾶν τὸ ἐν ἐπαίνῳ καὶ ψόγῳ, τέλος δὲ αὐτοῦ τὸ καλόν, καὶ ἐν πολιτείᾳ εἰ μὴ ἐπαινεσώμεθα τοὺς ἀγαθοὺς καὶ τὰ ἀγαθά, ψέξωμεν δὲ τὰ κακὰ καὶ