Ancient Greek · ~2 min
Volume 14
Rhetorica Anonyma, Prolegomena in artem rhetoricam 14.16
Not analysed yet
τοὺς κακούς, πῶς ἂν συσταίη πολιτεία; —ἀναγκαίως οὖν ἡ ῥητορικὴ πολιτικὴ λέγεται· ἄνευ γὰρ αὐτῆς οὐ δυνατὸν συστῆναι πολιτείαν. Ὁποῖον δέ τί ἐστι ῥητορική, τρόπον τινὰ ἐκ τούτων κατεφάνη· εἰ γὰρ ἀδύνατον ἄνευ αὐτῆς συστῆναι πολιτείαν, χρήσιμος ἄρα ἐστὶ καὶ βιωφελής. [Addit W: Πόθεν ῥήτωρ; παρὰ τὸ ῥύδην, ὅ ἐστιν ἀφθόνως, λέγειν. ῥητορικὴ πόθεν ἐτυμολογεῖται; παρὰ τὸ ῥύδην, ὅ ἐστιν ἀφθόνως, λέγειν· ἢ παρὰ τὸ συνηγορεῖν τοῖς νόμοις· ῥήτρας γὰρ ἐκάλουν οἱ παλαιοὶ τοὺς νόμους. Eadem mutato ordine add. Vat. 1828: l. 8 ῥητορικὴ— 10 νόμους, tum 7 πόθεν ῥήτωρ—8 λέγειν.]