Ancient Greek
Volume 3
Rhetorica Anonyma, Περὶ τρόπων 3.227
Not analysed yet
ΑΝΩΝΥΜΟΥ ΠΕΡΙ ΤΡΟΠΩΝ. Τρόπος ἐστὶ λέξις ἢ φράσις πεποιημένη ἢ τετραμμένη ἀπὸ τοῦ κυρίου ἐπὶ τὸ μὴ κύριον κατά τινα λόγον εἰς δήλωσιν εὐπρεπεστέραν. τὸ δὲ ὄνομα ῥηματικὸν ὡς παρὰ τὸ λέγω λόγος, καὶ παρὰ τὸ τρέπω τρόπος. λέγεται δὲ τρόπος ἑξαχῶς, τὸ ἑκάστου ἦθος, καθὸ εὔτροπόν τινα καὶ κακότροπόν φαμεν, καὶ σχῆμα λόγου τὸ ἐν διαλεκτικῇ, εἰ ἡμέρα ἐστί, φῶς ἐστιν, ἀλλὰ μὴν ἡμέρα ἐστίν, φῶς ἐστιν ἄρα· καὶ ὁ ἐν μουσικῇ Λύδιος, Φρύγιος, καὶ ἡ ἐπὶ πολλῆς τῆς διανοίας τροπή, καθ' ὃ σημαινόμενον καὶ ὁ ποιητὴς τὸν Ὀδυσσέα πολύτροπον εἴρηκεν, ἄνδρα μοι ἔννεπε Μοῦσα πολύτροπον· καὶ ἡ αἰτία, ὅτε φαμέν, τίνα τρόπον ἀναπνοή, καὶ ὁ ἐν τῇ φράσει, εἰς ὃν ἐμπίπτει ἡ μεταφορὰ καὶ τὰ λοιπὰ τῶν τροπικῶν ὀνομάτων. τρόποι δέ εἰσι πλείονες, γενικώτατοι μέντοι τάξιν ἔχοντες ιεʹ· μεταφορά, κατάχρησις, συνεκδοχή, μετωνυμία, ἀλληγορία, ὑπερβολή, εἰρωνεία, αἴνιγμα, ὑπερβατόν, ἀντονομασία, ἀντίφρασις, μετάληψις, πεποιημένον, ὀνοματοποιΐα, σύλληψις.