Ancient Greek
Volume 3
Rhetorica Anonyma, Περὶ τρόπων 3.228
Not analysed yet
Εἰσὶ δ' οὗτοι κοινοὶ μὲν καὶ τῆς ἡμετέρας συνηθείας, ἐπιπολάζουσι δὲ ἐν ποιητικῇ, διὸ καὶ ποιητικοὶ κέκληνται· παρελήφθησαν δ' αὐτῶν οἱ μὲν κόσμου χάριν, ὡς ἡ μεταφορά, οἱ δὲ τοῦ ἀναγκαίου, ὡς ἡ κατάχρησις. Μεταφορά ἐστι λέξις ἀπὸ τοῦ κυρίως ὠνομασμένου ἐφ' ἕτερον ὠνομασμένον μετενηνεγμένη [ἀπὸ τοῦ κυρίου ἐπὶ τὸ μὴ κύριον] ἢ ὁμοιώσεως ἢ ἐμφάσεως ἕνεκα· ὁμοιώσεως μὲν πάντες δ' ἐσσείοντο πόδες πολυπιδάκου Ἴδης· ὃν γὰρ ἔχουσιν οἱ πόδες ἐπὶ τοῦ σώματος λόγον, τοῦτον ἐπὶ τοῦ ὄρους ἡ ὑπώρεια. ἐμφάσεως δὲ τὴν δὲ γυναῖκα εὗρον ὅσην τ' ὄρεος κορυφήν. μεταφορικῶς γὰρ ὄρους ἐξοχὴν εἶπε βουλόμενος ἐμφῆναι τὸ μέγεθος τῆς γυναικός. Ἔτι τῶν μεταφορῶν αἱ μὲν ἀπὸ πράξεως εἰς πράξιν μεταφέρονται, αἱ δὲ ἀπὸ σώματος ἐπὶ σῶμα· ἀπὸ μὲν οὖν σώματος ἐπὶ σῶμα, ὡς τὸ Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν· ἀπὸ δὲ πράξεως εἰς πρᾶξιν, ὡς τὸ ὑφαίνειν τὸ βουλεύεσθαι. ἔτι τῶν μεταφορῶν αἱ μὲν ἀντιστρέφουσιν, αἱ δὲ οὔ· καὶ ἀντιστρέφουσι μὲν αἱ τοιαῦται, φθέγξατο δ' ἡνίοχος νηὸς κυανοπρώροιο, καὶ ἵππων κυβερνητῆρες· ἔχουσι γάρ τι μέσον πρὸς ἀλλήλους· ὁ μὲν γὰρ τὴν τῶν ἵππων ἐξιθύνει πορείαν, ὁ δὲ τὴν τῶν νεῶν. οὐκ ἀντιστρέφουσι δὲ αἱ τοιαῦται, νῆσος τὴν περὶ πόντος ἀπείριτος ἐστεφάνωται· ἐστεφανῶσθαι γὰρ εἴρηκε τὴν νῆσον ἀντὶ τοῦ κύκλωθεν περιρρεῖσθαι, ὅπερ οὐκ ἀντιστρέψας εἴποι, ὅτι στέφανος ἡμῶν κύκλῳ τὴν κεφαλὴν περιρρεῖ· τὸ γὰρ