Ancient Greek
Volume 3
Rhetorica Anonyma, Περὶ τρόπων 3.229
Not analysed yet
τοιοῦτον γελοῖον. ἔτι τῶν μεταφορῶν αἱ μὲν ἀπὸ γένους ἐπὶ γένη μεταφέρονται, νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵθ' ἁλὸς ἵπποι ἀνδράσι γίνονται· περόωσι δὲ πουλὺν ἐφ' ὑγρήν. ἵππους μὲν εἴρηκε κατὰ μεταφορὰν τὰς ναῦς· ὥσπερ γὰρ ἐπὶ τῆς γῆς διὰ τῶν ἵππων ὀχούμεθα, οὕτως ἐπὶ τῆς θαλάσσης διὰ τῶν νεῶν κουφιζόμεθα.