Ancient Greek
ζ′ (Ἀέτιος, κς′). Περὶ κύστεως φλεγμονῆς.
Rufus of Ephesus, De renum et vesicae affectionibus 1-8
Not analysed yet
Τῶν δὲ περὶ κύστιν νοσημάτων χαλεπώτατον μὲν καὶ Θανατωδέστατόν ἐστι φλεγμονὴ κύστεως· |ὥστε πυρέττουσί τε ὀξέως, καὶ ἀγρυπνοῦσι, καὶ παραπαίουσι, καὶ ἐμοῦσι χολώδη ἄκρατα, καὶ οὐρεῖν οὐ δύνανται, καὶ [ἦτρον] μὲν σκληρύνεται αὐτοῖς· ὀδύναι δὲ ἰσχυραὶ τὸ ἐπίσειον [τ]ύπτουσιν· χεῖρες δὲ καὶ πόδες οὐκέτι ἀναθερμαίνονται· μάλιστα |δὲ περὶ ἥβην καὶ ὀλίγον ἔμπροσθεν καταλαμβ[άνουσιν οἱ πόνοι.] Ἀποκτείνει διὰ ταχέων, εἰ μὴ οὐρήσειαν πολλ[ὰ οὖρα καὶ παχέα καὶ] πυώδη, καί τι τῆς φλεγμονῆς πρὸς τὰ ἔξω τρ[απείη, ἢ ἀνείη ἡ ὀ]δύνη.