Ancient Greek
α′ (Ἀέτιος, ις′). Περὶ φλεγμονῆς νεφρῶν.
Rufus of Ephesus, De renum et vesicae affectionibus 10
Not analysed yet
—Ὀξύτερον δὲ πονούντων φλέβα κατὰ ἀγκῶνα τέμνειν· εἰ δὲ καὶ ὣς τὶ ὑπολείποιτο τῆς φλεγμονῆς, καταπλάσσειν, τὰ μὲν πρῶτα ἀλεύρῳ ἐν μελικράτῳ ἑφθῷ, ἢ τῷ λίνου σπέρματι, ἔπειτα δὲ καὶ τῆς χαμαιπίτυος μίσγειν, καὶ τοῦ πολίου, καὶ ἀβροτόνου δὲ μίσγειν, καὶ τῆς βρυωνίας, καὶ τοῦ πηγάνου, καὶ |ἀψινθίου, καὶ κενταυρίου, καὶ ἀρτεμισίας, καὶ τῆς χαμαίδρυος τῶν φύλλων, καὶ τοῦ ἀσάρου, καὶ τῆς σχοίνου τοῦ ἄνθους· καὶ τότε μηκέτι ἐν τῷ μελικράτῳ καταπλάσματα ἕψειν ἀλλὰ ἢ ἐν γλυκεῖ, ἢ οἴνῳ μελιχρῷ· μίσγειν δὲ καὶ τοῦ ἀλεύρου τοῦδε μὲν μέρη τέσσαρα, τῶν δέ τινος εἰρημένων |φαρμάκων μέρη δύο· ἰσχυροτέρῳ δὲ βουλόμενος χρῆσθαι, καὶ πλέον τι, καὶ κηροῦ [ἢ ῥητίνης] ξηρᾶς προσμίσγειν κεκομμένης.