Ancient Greek
13 to 15
Rufus of Ephesus, De renum et vesicae affectionibus 13-15
Not analysed yet
Τέμνων δὲ, μὴ ἐπὶ μεῖζον τέμνειν· κίνδυνος γὰρ, καὶ αὐτῆς τῆς κύστεως τρῶσαί τι, ὃ παντὸς μᾶλλον φυλακτέον. Τὴν δὲ τομὴν, ὡς τὰ ἔμμοτα, ἰᾶσθαι. Αὕτη [μὲν] σαφεστάτη διάγνωσις καὶ Θεραπεία τῶν ἐν κύστει λίθων, καὶ οἵ γε πολλοὶ οὕτω ποιοῦντες ἐπιτυγχάνουσιν.