Ancient Greek
γ′ (Ἀέτιος, δ′, ε′, ϛ′). Περὶ λιθιώντων νεφρῶν.
Rufus of Ephesus, De renum et vesicae affectionibus 14
Not analysed yet
Πολλοῖς μὲν δὴ ἐς τὸ οὐρηθῆναι τὸν λίθον ἤρκεσε ταῦτα μόνα· σὺ δὲ ἀλλὰ καὶ τῶν οὐρητικῶν προπότιζε, τὸ μῆον, καὶ τὸ ἄκορον, καὶ τὴν ἄγρωστιν, καὶ τῆς νάρδου τὸ ἀφέψημα, καὶ τοῦ καλάμου, καὶ τοῦ ὀρεοσελίνου, καὶ ὑπερικοῦ σπέρμα, καὶ λιβανωτίδα, καὶ ἄσαρον, καὶ |κόκκον, ᾧ βάπτουσι τὰ φοινικὰ μετὰ λευκοΐου σπέρματος, καὶ ἀσφοδέλου ῥίζης ἀφέψημα μετὰ σελίνου σπέρματος, καὶ πίτυος τῶν φύλλων. —