Ancient Greek
α′ (Ἀέτιος, ις′). Περὶ φλεγμονῆς νεφρῶν.
Rufus of Ephesus, De renum et vesicae affectionibus 15
Not analysed yet
|Ἐν δὲ ταῖς ὀδύναις, πίνειν φάρμακα τοιάδε· μαράθρου σπέρματος ὀβολοὺς δύο, καὶ λιβανωτίδος ὀβολὸν, καὶ σικύου σπέρματος κόκκους εἴκοσι, καὶ ὀποῦ μήκωνος, ἢ πάνακος τῆς ἡρακλείας τριώβολον |τῆς ῥίζης, καὶ μελιλώτου βραχὺ, κεδρίας τε καὶ κωδύας πεφωγμένης ἡμιώβολον· βέλτιον [δὲ] καὶ στύρακος ἡμιώβολον, καὶ σελίνου ὅσον τοῖς τρισὶ δακτύλοις, καὶ ὀποῦ μήκωνος ὅσον ὄροβον· τούτων ἑκαστα τρίβων ὡς λειότατα, καὶ κεραννύων ἐν γλυκεῖ [ἢ ἐν] ὕδατι, διδόναι πίνειν· αὐτίκα γὰρ ὠφελήσει, εἰ ὀξὺ εἴη, καὶ ὕπνος ἕξει τὸν ἄνθρωπον.