Ancient Greek
β′ (Ἀέτιος, ιη′).| Περὶ διαπυησάντων νεφρῶν.
Rufus of Ephesus, De renum et vesicae affectionibus 15-2
Not analysed yet
Διδόναι δὲ καὶ τῶν οὐρητικῶν καθαρτηρίων λογιζόμενον πρὸς τὸ ἕλκος· εἰ μὲν εὔηθες εἴη, σημαίνουσί τε οἱ πυρετοὶ καὶ οἱ πόνοι ἐπικουφίζοντες, καὶ τὰ ἐν τοῖς οὔροις λεῖα καὶ λευκὰ |καὶ ἄνοσμα ἰόντα, καὶ οὐρήσεις εὐπετῶς ἀπερχόμεναι· εἰ δὴ τοιαῦτα εἴη, τῶν πρᾳοτέρων προσφέρειν οἷον, τό τε τοῦ σικύου σπέρμα μετὰ μέλιτος, καὶ τῶν φοινίκων τὸ ἀφέψημα, καὶ ἶριν μετὰ μέλιτος, καὶ αὐτὸ [τὸ] μέλι· ἰσχυρότερον δὲ καθαίρειν βουλόμενος, ἀδιάντου τε ἀφέψημα μετὰ μελικράτου [ἢ] ὕδατος, |καὶ χαλβάνην μετὰ καρύου ἡρακλεωτικοῦ, καὶ ῥητίνην τερμινθίνην διατήξας ἐν ὕδατι, εἶτα ὅταν καταστῇ τὸ ὕδωρ, ἠθήσας καὶ κεράσας μελικράτῳ, ἢ οἴνῳ, οὕτω δίδου· ταῦτα μὲν πρὸς τὰ εὐηθέστερα τῶν ἑλκῶν. —