Ancient Greek
ιε′ (Ἀέτιος κδ′). Παράλυσις κύστεως.
Rufus of Ephesus, De renum et vesicae affectionibus 5-4
Not analysed yet
Τὰ μὲν παθήματα τοιάδε· θεραπεία δὲ πόνοι τῶν κάτω πλείους, καὶ τρέχοντι, καὶ πρὸς τὰ σιμὰ πορευομένῳ, καὶ ἀνατρίβοντι γλουτοὺς, καὶ ἦτρον, καὶ λαπάρας, καὶ διὰ αὑτοῦ, καὶ διὰ ἄλλων· ἄμεινον δὲ, εἰ καὶ τὸ χρίσμα εἴη σικυώνιόν τε ἔλαιον, καὶ ἴρινον, καὶ δάφνινον, καὶ καστορίου μιγέντος· προσωφελεῖ δὲ καὶ νίτρῳ μετὰ ὄξους ἀνατρίβειν· |[ἐμβρεχέσθαι τε τοὺς τόπους διὰ γλευκίν]|ου μύρου, καὶ κάχρυϊ μετὰ κηρωτῆς [οἰσυπηρᾶς πραΰνειν].