Ancient Greek · ~1 min
ΠEΡΙ ΠΡΟΟΙΜΙΟΥ.
Rufus Soph., Ars rhetorica 4
Not analysed yet
δ΄. Προοίμιόν ἐστι λόγος παρασκευάζων τὸν ἀκροατὴν εἰς τὴν προκειμένην ὑπόθεσιν ἐπιτήδειον. ἔργον δὲ αὐτοῦ τό τε προσεκτικοὺς τοὺς ἀκροατὰς παρασκευάζειν πρὸς τὰ ῥηθησόμενα, καὶ τὸ εὔνοιαν ἢ μῖσος ἀπεργάζεσθαι.