Ancient Greek
111 to 192
Sappho Lyr., Fragmenta 111-192
Not analysed yet
⊗Ἴψοι δὴ τὸ μέλαθρον, ̓ Υμήναον, ἀέρρετε, τέκτονες ἄνδρες· ̓ Υμήναον. γάμβρος †(εἰσ)έρχεται ἶσος †Ἄρευι, ̓ Υμήναον. ἄνδρος μεγάλω πόλυ μέσδων. ̓ Υμήναον. ⊗ὄλβιε γάμβρε, σοὶ μὲν δὴ γάμος ὠς ἄραο ἐκτετέλεστ’, ἔχῃς δὲ πάρθενον ἂν ἄραο . . . σοὶ χάριεν μὲν εἴδος, ὄππατα δ’ . . . μέλλιχ’, ἔρος δ’ ἐπ’ ἰμέρτῳ κέχυται προσώπῳ . . . τετίμακ’ ἔξοχά σ’ Ἀφροδίτα οὐ γὰρ ἀτέρα νῦν πάις, ὦ γάμβρε, τεαύτα (νύμφη). παρθενία, παρθενία, ποῖ με λίποισ’ ἀποίχῃ; (παρθενία). †οὐκέτι ἤξω πρὸς σέ, οὐκέτι ἤξω†. ⊗τίῳ σ’, ὦ φίλε γάμβρε, καλῶς ἐικάσδω; ὄρπακι βραδίνῳ σε μάλιστ’ ἐικάσδω. χαῖρε, νύμφα, χαῖρε, τίμιε γάμβρε, πόλλα ⊗†χαίροις ἀ νύμφα †,χαιρέτω δ’ ὀ γάμβρος ξοάνων προθύρων· (a)Ἔσπερ’ ̓Υμήναον (b)ὦ τὸν Ἀδώνιον ἀγαγοίην ἀθρήματα Αἴγα ἄκακος ἀλγεσίδωρον ἀμαμάξυδος [ἀμάρα] αὔα . . . βάριτος. βάρωμος. βάρμος. βεῦδος Γέλλως παιδοφιλωτέρα γρύτα ζάβατον ἰοίην κατώρη κατάρης κίνδυν μελίφωνοι μελλιχόφωνοι Μοισάων μυθόπλοκον νίτρον πολυίδριδι σέλίννοις χρυσαστράγαλοι φίαλαι