Ancient Greek
2
Sappho Lyr., Fragmenta 2
Not analysed yet
δεῦρύ μ’ ἐκ Κρήτας ἐπ[ὶ τόνδ]ε ναῦον ἄγνον, ὄππ[ᾳ τοι] χάριεν μὲν ἄλσος μαλί[αν], βῶμοι τεθυμιάμε- νοι [λι]βανώντῳ· ἐν δ’ ὔδωρ ψῦχρον κελάδει δι’ ὔσδων μαλίνων, βρόδοισι δὲ παῖς ὀ χῶρος ἐσκίαστ’, αἰθυσσομένων δὲ φύλλων κῶμα κατέρρει· ἐν δὲ λείμων ἰππόβοτος τέθαλεν ἠρίνοισιν ἄνθεσιν, αἰ δ’ ἄηται μέλλιχα πνέοισιν [ἔνθα δὴ σύ . . . . ἔλοισα Κύπρι χρυσίαισιν ἐν κυλίκεσσιν ἄβρως ὀμμεμείχμενον θαλίαισι νέκταρ οἰνοχόαισον