Ancient Greek
5
Sappho Lyr., Fragmenta 5
Not analysed yet
⊗Κύπρι καὶ] Νηρήιδες ἀβλάβη[ν μοι τὸν κασί]γνητον δ[ό]τε τυίδ’ ἴκεσθα[ι κὤσσα ϝ]οι θύμῳ κε θέλῃ γένεσθαι πάντα τε]λέσθην, ὄσσα δὲ πρ]όσθ’ ἄμβροτε πάντα λῦσα[ι καὶ φίλοισ]ι ϝοῖσι χάραν γένεσθαι κὠνίαν ἔ]χθροισι, γένοιτο δ’ ἄμμι πῆμ’ ἔτι μ]ηδ’ εἴς· τὰν κασιγ]νήταν δὲ θέλοι πόησθαι ἔμμορον] τίμας [ὀν]ίαν δὲ λύγραν ]οτοισι π[ά]ροιθ’ ἀχεύων ]. να ]. εισαΐω[ν] τὸ κέγχρω ]λ’ επαγ̣[ορί]ᾳ πολίταν ]λλως̣[. . .] νηκε δ’ αῦτ’ οὐ ]κρω[ ]οναικ[ ]εο[ ]. ι ]. . [.] ν· σὺ [δ]ὲ̣ Κύπ̣[ρ]ι̣ σ̣[έμ]να ]θεμ[έν]α κάκαν []ι. ⊗