Ancient Greek
58
Sappho Lyr., Fragmenta 58
Not analysed yet
ὔμμες πεδὰ Μοίσαν ἰ]ο̣κ[ό]λ̣πων κάλα δῶρα, παῖδες, σπουδάσδετε καὶ τὰ]ν̣ φιλάοιδον λιγύραν χελύνναν· ἔμοι δ’ ἄπαλον πρίν] π̣οτ̣’ [ἔ]ο̣ντα χρόα γῆρας ἤδη ἐπέλλαβε, λεῦκαι δ’ ἐγ]ένοντο τρίχες ἐκ μελαίναν· βάρυς δέ μ’ ὀ [θ]ῦμο̣ς̣ πεπόηται, γόνα δ’ [ο]ὐ φέροισι, τὰ δή ποτα λαίψηρ’ ἔον ὄρχησθ’ ἴσα νεβρίοισι. τὰ <μὲν> στεναχίσδω θαμέως· ἀλλὰ τί κεν ποείην; ἀγήραον ἄνθρωπον ἔοντ’ οὐ δύνατον γένεσθαι. καὶ γάρ π̣[ο]τ̣α̣ Τίθωνον ἔφαντο βροδόπαχυν Αὔων ἔρῳ φ̣. . α̣θ̣ε̣ισαν βάμεν’ εἰς ἔσχατα γᾶς φέροισα[ν, ἔοντα̣ [κ]ά̣λ̣ο̣ν καὶ νέον, ἀλλ’ αὖτον ὔμως ἔμαρψε χρόνῳ π̣ό̣λ̣ι̣ο̣ν̣ γῆρας, ἔχ̣[ο]ν̣τ̣’ ἀθανάταν ἄκοιτιν. ⊗]. υχ. . []νῦν θ̣αλ[ί]α̣ π̣α̣[ρέστω ]. ν̣έρθε δὲ γᾶς περ̣[ίσχ]ο̣ι κλέος μέγα Μοίσει]ο̣ν ἔχο̣ι̣σαν γέρας ὠς̣ [ἔ]ο̣ικε̣ν̣, πάντᾳ δέ με θαυμά]ζοιεν, ὠς νῦν ἐπὶ γᾶς ἔοισαν κάλεισι χελίδω] λιγύ̣ρ̣αν, [α]ἴ̣ κεν ἔλοισα πᾶκτιν ἢ βάρβιτον ἢ τάνδε χε]λύ̣ν̣ν̣αν̣ ̣θαλάμοισ’ ἀείδω. ⊗]ύ̣γοισα̣[ ]. [. .] . . []ι̣ δάχθην ]χ̣υ θ[.] ο̣ι̣[.] αλλ[. . . . . . .] ύταν ]. χθο. [.] ατί. [. . . . .] εισα ]μένα ταν[. . . . ώ]νυμόν σε̣ ]νι θῆται στ[ύ]μα[τι] πρόκοψιν. ⊗]ιμέναν νομίσδει ]αις ὀπάσδοι ἔγω δὲ φίλημμ’ ἀβροσύναν, ]τοῦτο καί μοι τὸ λά[μπρον ἔρος τὠελίω καὶ τὸ κά]λον λέ[λ]ογχε.