Ancient Greek · ~8 min
Dfhg-Source dfhg3_SATYRUS
SATYRUS, Fragmenta 1
Not analysed yet
Περὶ δὲ τοῦ καλοῦ Ἀλκιβιάδου Σάτυρος ἱστορῶν «Λέγεται (φησὶν), ὅτι ἐν Ἰωνίᾳ μὲν ὢν, Ἰώνων ἐφαίνετο τρυφερώτερος, ἐν Θήβαις δὲ σωμασκῶν καὶ γυμναζόμενος, τῶν Θηβαίων αὐτῶν μᾶλλον Βοιώτιος, ἐν Θετταλίᾳ δὲ ἱπποτροφῶν καὶ ἡνιοχῶν, τῶν Ἀλευαδῶν ἱππικώτερος, ἐν Σπάρτῃ δὲ καρτερίαν καὶ ἀφέλειαν ἐπιτηδεύων, ἐνίκα τοὺς Λάκωνας, ὑπερῆρε δὲ καὶ τὴν τῶν Θρᾳκῶν ἀκρατοποσίαν. Τὴν δὲ αὑτοῦ γυναῖκα πειρῶν, ὡς ἕτερος, ἔπεμψεν αὐτῇ χιλίους Δαρεικούς. Κάλλιστος δὲ ὢν τὴν μορφὴν, κόμην τε ἔτρεφεν ἐπὶ πολὺ τῆς ἡλικίας, καὶ ὑποδήματα παρηλλαγμένα ἐφόρει, ἃ ἀπ ̓ αὐτοῦ Ἀλκιβιάδεις καλεῖται. Ὅτε δὲ χορηγοίη πομπεύων ἐν πορφυρίδι, εἰσιὼν εἰς τὸ θέατρον ἐθαυμάζετο οὐ μόνον ὑπὸ Ἀντισθένης ὁ Σωκρατικὸς, ὡς ἂν αὐτὸς αὐτόπτης γεγονὼς τοῦ Ἀλκιβιάδου, ἰσχυρὸν αὐτὸν καὶ ἀνδρώδη καὶ ἀπαίδευτον καὶ τολμηρὸν καὶ ὡραῖον ἐφ ̓ ἡλικίας γενέσθαι φησίν. Εἰς δὲ τὰς ἀποδημίας ὁπότε στέλλοιτο, τέσσαρσι τῶν συμμαχίδων πόλεων ὥσπερ θεραπαίναις ἐχρῆτο. Σκηνὴν μὲν γὰρ αὐτῷ Περσικὴν ἔπησσον Ἐφέσιοι, τροφὴν δὲ τοῖς ἵπποις αὐτοῦ Χῖοι παρεῖχον, ἱερεῖα δὲ παρίστασαν εἰς τὰς θυσίας καὶ κρεανομίας Κυζικηνοὶ, Λέσβιοι δὲ οἶνον παρεῖχον καὶ τὰ ἄλλα τὰ πρὸς τὴν καθ ̓ ἡμέραν δίαιταν. Ἀφικόμενος δ ̓ Ἀθήνησιν ἐξ Ὀλυμπίας, δύο πίνακας ἀνέθηκεν, Ἀγλαοφῶντος γραφήν· ὧν ὁ μὲν εἶχεν Ὀλυμπιάδα καὶ Πυθιάδα στεφανούσας αὐτὸν, ἐν δὲ θατέρῳ Νεμέα ἦν καθημένη, καὶ ἐπὶ τῶν γονάτων αὐτῆς Ἀλκιβιάδης, καλλίων φαινόμενος τῶν γυναικείων προσώπων. Καὶ στρατηγῶν δὲ ἔτι καλὸς εἶναι ἤθελεν· ἀσπίδα γοῦν εἶχεν ἐν χρυσίου καὶ ἐλέφαντος Πεποιημένην, ἐφ ̓ ἧς ἦν ἐπίσημον ἔρως κεραυνὸν ἠγκυλημένος. Ἐπικωμάσας δέ ποτε ὡς Ἄνυτον, ἐραστὴν ὄντα καὶ πλούσιον, συνεπικωμάζοντος αὐτῷ τῶν ἑταίρων ἑνὸς Θρασύλλου (τῶν πενήτων δ ̓ οὗτος ἦν), προπιὼν τῷ Θρασύλλῳ τὰ ἡμίση τῶν ποτηρίων τῶν ἐπὶ τῷ κυλικείῳ προκειμένων ἐκέλευσε τοὺς ἀκουλούθους ἀποφέρειν πρὸς τὸν Θράσυλλον· εἶθ ̓ οὕτω φιλοφρονησάμενος τὸν Ἄνυτον ἀπηλλάσσετο. Ὁ δὲ Ἄνυτος πάνυ ἐλευθερίως καὶ ἐρωτικῶς, λεγόντων τινῶν, ὡς ἀγνώμονα εἴη πεποιηκὼς ὁ Ἀλκιβιάδης, Οὐ μὰ Δί ̓, ἔφη, ἀλλ ̓ εὐγνώμονα· ἔχων ἐξουσίαν ἅπαντα λαβεῖν, τὰ ἡμίση κατέλιπεν.»