Ancient Greek
Dfhg-Source dfhg3_SATYRUS
SATYRUS, Fragmenta 3
Not analysed yet
Σάτυρος δ ̓ ἐν τῷ τοῦ Φιλίππου βίῳ «Ὅτε (φησὶ) Φίλιππος τὸν ὀφθαλμὸν ἐξεκόπη, συμπροῆλθεν αὐτῷ καὶ ὁ Κλείσοφος, τελαμωνισθεὶς τὸν αὐτὸν ὀφθαλμόν. Καὶ πάλιν, ὅτε τὸ σκέλος ἐπηρώθη, σκάζων συνεξώδευε τῷ βασιλεῖ. Καὶ εἴ ποτε δριμὺ προσφέροιτο τῶν ἐδεσμάτων ὁ Φίλιππος, αὐτὸς συνέστρεφε τὴν ὄψιν, ὡς συνδαινύμενος. Ἐν δὲ τῇ Ἀράβων χώρᾳ οὐχ ὡς ἐν κολακείᾳ τοῦτ ̓ ἐποίουν, ἀλλὰ κατά τι νόμιμον, βασιλέως παθόντος τι τῶν μελῶν, συνυποκρίνεσθαι τὸ ὅμοιον πάθος, ἐπεὶ καὶ γελοῖον νομίζουσιν, ἀποθανόντι μὲν αὐτῷ σπουδάζειν συγκατορύττεσθαι, πηρωθέντι δὲ μὴ χαρίζεσθαι τὴν ἴσην δόξαν τοῦ πάθους.»