Ancient Greek
Dfhg-Source dfhg4_SCAMON_MYTILENAEUS
SCAMON MYTILENAEUS, Fragmenta 2
Not analysed yet
Λυδοὶ καὶ Ἴωνες τὰ γράμματα ἀπὸ Φοίνικος τοῦ Ἀγήνορος τοῦ εὑρόντος ἔλαβον· τούτοις δὲ ἀντιλέγουσι Κρῆτες ὡς εὑρέθη ἀπὸ τοῦ γράφειν ἐν φοινίκων πετάλοις· Σκάμων δὲ ἐν τῇ δευτέρᾳ τῶν Εὑρημάτων ἀπὸ Φοινίκης τῆς Ἀκταίονος ὀνομασθῆναι· μυθεύεται δ ̓ οὗτος ἀρσένων μὲν παίδων ἄπαις· γενέσθαι δ ̓ αὐτῷ θυγατέρας Ἄγλαυρον, Ἕρσην, Πάνδροσον, Φοινίκην· τὴν δὲ Φοινίκην ἔτι παρθένον οὖσαν τελευτῆσαι· διὸ καὶ Φοινικήϊα καλέσαι γράμματα τὸν Ἀκταίονα, βουλόμενόν τινος τιμῆς ἀπονεῖμαι τῇ θυγατρί. Eadem Photius et Apostol. XX, 29 (ubi Κάμων).